Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- τὸν δ’ ἀμφὶ βοῦς ῥιφέντα Βοιωτὸν καλεῖν
- σύν τοι θεῷ χρὴ τοὺς σοφοὺς ἀναστρέφειν
- βουλεύματ’ ἀεὶ πρὸς τὸ χρησιμώτερον.
- ἴστω δ’ ἄφρων ὢν ὅστις ἄτεκνος ὤν τὸ πρὶν
- παῖδας θυραίους εἰς δόμους ἐκτήσατο,
- τὴν μοῖραν εἰς τὸ μὴ χρεὼν παραστρέφων·
- ᾧ γὰρ θεοὶ διδῶσι μὴ φῦναι τέκνα,
- οὐ χρὴ μάχεσθαι πρὸς τὸ θεῖον, ἀλλ’ ἐᾶν.
- ἀνδρῶν δὲ πολλοὶ τοῦ γέλωτος εἵνεκα
- ἀσκοῦσι χάριτας κερτόμους· ἐγὼ δέ πως
- μισῶ γελοίους, οἵτινες τήτει σοφῶν
- ἀχάλιν’ ἔχουσι στόματα, κεὶς ἀνδρῶν μὲν οὐ
- τελοῦσιν ἀριθμόν, ἐν γέλωτι δ’ εὐπρεπεῖς
- οἰκοῦσιν οἴκους καὶ τὰ ναυστολούμενα
- ἔσω δόμων σῴζουσι
- ἄλγιστόν ἐστι θῆλυ μισηθὲν γένος·
- αἱ γὰρ σφαλεῖσαι ταῖσιν οὐκ ἐσφαλμέναις
- αἶσχος γυναιξὶ καὶ κεκοίνωνται ψόγον
- ταῖς οὐ κακαῖσιν αἱ κακαί· τὰ δ’ εἰς γάμους
- οὐδὲν δοκοῦσιν ὑγιὲς ἀνδράσιν φρονεῖν.
- τῆς μὲν κακῆς κάκιον οὐδὲν γίγνεται
- γυναικός, ἐσθλῆς δ’ οὐδὲν εἰς ὑπερβολὴν
- πέφυκ’ ἄμεινον· διαφέρουσι δ’ αἱ φύσεις.
- 〈ΑΓΓΕΛΟΣ.〉 ― ― ― ―
- τίς ἦν ὁ 〈τυφλὰ τάδε βέλεμν’〉 ἐφεὶς ἐμοί;
- ὡς δ’ οὐκ ἐφαινόμεσθα, σῖγα δ’ εἴχομεν,
- πρόσω πρὸς αὐτὸν πάλιν ὑποστρέψας πόδα
- χωρεῖ δρομαίαν, θῆρ’ ἑλεῖν πρόθυμος ὤν,
- βοᾷ δέ· κἀν τῷδ’ ἐξεφαινόμεσθα δὴ
- ὀρθοσταδὸν λόγχαις ἐπείγοντες. φόν〈ον.
- τὼ δ’ εἰσιδόντε δίπτυχον θείοιν κάρ〈α
- ἥσθησαν, εἶπόν θ’· εἷα συλλάβεσθ’ ἄγρα〈ς,
- καιρὸν γὰρ ἥκετ’· οὐδ’ ὑπώπτευον 〈δόλον,
- φίλων προσώπων εἰσορῶντες ὄ〈μματα.
- οἳ δ’ εἰς τὸν αὐτὸν πίτυλον ἤπειγ〈ον δορός,
- πέτροι τ’ ἐχώρουν χερμάδες θ’ ἡ〈μῶν πάρα,
- ἐκεῖθεν, οἳ δ’ ἐκεῖθεν· ὡς δ’ ᾔε〈ι μάχη
- σιγή τ’ ἀφ’ ἡμῶν, γνωρίσαντ〈ε δὴ τὸ πᾶν
- λέγουσι· μητρὸς ὦ κασίγνητ〈οι φίλης,
- τί δρᾶτ’; ἀποκτείνοντες ο〈ὓς ἥκιστα χρῆν
- φωρᾶσθε· πρὸς θεῶν δρᾶτ〈ε μηδαμῶς τάδε.
- σὼ δ’ αὐταδέλφω χερμ〈άδ’ αἴρουσιν χεροῖν,
- λέγουσί θ’ ὡς ἔφυσα〈ν ἐκ δούλης ποθέν,
- κοὐ δεῖ τύραννά〈α σκῆπτρα καὶ θρόνους λαβεῖν
- πρεσβεῖ’ ἔχοντ〈ας δυσγενεῖς τῶν εὐγενῶν.
- κἀπεὶ τάδ’ εἰσ〈ήκουσαν. . . . .
- ― ― ― ―
- ― ― ― ―
- ***
- ἑσφηλέ τ’ εἰς γῆν, 〈τὸν βίον τ’ ἀ〉φ〈εί〉λετο·
- ἡμῶν δ’ ἐχώρει κωφὰ πρὸς γαῖαν βέλη.
- δ〉υοῖν δ’ ἀδελφοῖν σοῖν τὸν αὖ νεώτερον
- λό〉γχῃ πλατείᾳ συοφόνῳ δι’ ἥπατοςπαίσ〉ας
- ἔδωκε νερτέροις καλὸν νεκρὸν
- Βοιω〉τός, ὅσπερ τὸν πρὶν ἔκτεινεν βαλών.
- κἀντεῦ〉θεν ἡμεῖς οἱ λελειμμένοι φίλων
- κοῦφον〉 πόδ’ ἄλλος ἄλλοσ’ εἴχομεν φυγῇ·
- εἶδον δὲ τ〉ὸν μὲν ὄρεος ὑλίμῳ φόβῃ
- κρυφθέν〉τα, τὸν δὲ πευκίνων ὄζων ἔπι·
- οἳ δ’ εἰς φάρ〉αγγ’ ἔδυνον, οἳ δ’ ὑπ’ εὐσκίους
- θάμνους κα〉θῖζον· τὼ δ’ ὁρῶντ’ οὐκ ἠξίουν
- δούλους φονε〉ύειν φασγάνοις ἐλευθέροις.
- τύχην τοιαύτην σ〉ῶν κασιγνήτων κλύεις.
- ἐγὼ μὲν 〈οὖν〉 οὐκ οἶδ’ ὅτῳ σκοπεῖν χρεὼν
- τὴν εὐγένειαν· τοὺς γὰρ ἀνδρείους φύσιν
- καὶ τοὺς δικαίους τῶν κενῶν δοξασμάτων,
- κἂν ὧσι δούλων, εὐγενεστέρους λέγω.
- ΧΟΡΟΣ. αἰαῖ, κέκρανται δεινὰ πρὸς〉 κακοῖς κακά,
- οὐδ’ ἡδόμεσθ’ ἀγῶνι δυστυ〉χεῖ δόμοις
- δισσῶν ἀδελφῶν μόρον ἀκούον〉τες σέθεν.
- ΘΕΑΝΩ. οἴμοι τὸ πᾶν δῆτ’ἐσφάλημ〉εν ἐλπίδων
- ― ― ― ― ― ― ται μέγα
- τείσασθε τήνδε· καὶ γὰρ ἐντεῦθεν νοσεῖ
- τὰ τῶν γυναικῶν· οἳ μὲν ἢ παίδων πέρι
- ἢ συγγενείας εἵνεκ’ οὐκ ἀπώλεσαν
- κακὴν λαβόντες· εἶτα τοῦτο τἄδικον
- πολλαῖς ὑπερρύηκε καὶ χωρεῖ πρόσω,
- ὥστ’ ἐξίτηλος ἁρετὴ καθίσταται.
- πλὴν τῆς τεκούσης θῆλυ πᾶν μισῶ γένος.
- μάτην ἄρ’ εἰς γυναῖκας ἐξ ἀνδρῶν ψόγος
- ψάλλει, κενὸν τόξευμα, καὶ κακῶς λέγει·
- αἳ δ’ εἶσ’ ἀμείνους ἀρσένων, ἐγὼ λέγω.
- ὅστις δ’ ἄμεικτον πατέρ’ ἔχει νεανίας
- στυγνόν τ’ ἐν οἴκοις, μεγάλα κέκτηται κακά.
- γάμους δ’ ὅσοι σπεύδουσι μὴ πεπρωμένους,
- μάτην πονοῦσιν· ἡ δὲ τῷ χρεὼν πόσει
- μένουσα κἀσπούδαστος ἦλθεν εἰς δόμους.
- ὅσοι γαμοῦσι δ’ ἢ γένει κρείσσους γάμους
- ἢ πολλὰ χρήματ’, οὐκ ἐπίστανται γαμεῖν·
- τὰ τῆς γυναικὸς γὰρ κρατοῦντ’ ἐν δώμασιν
- δουλοῖ τὸν ἄνδρα, κοὐκέτ’ ἔστ’ ἐλεύθερος.
- πλοῦτος δ’ ἐπακτὸς ἐκ γυναικείων γάμων
- ἀνόνητος· αἱ γὰρ διαλύσεις 〈οὐ〉 ῥᾴδιαι.
- μετρίων λέκτρων, μετρίων δὲ γάμων
- μετὰ σωφροσύνης
- κῦρσαι θνητοῖσιν ἄριστον.