Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ὦ τέκνον, ἀνθρώποισιν ἔστιν οἷς βίος
- ὁ μικρὸς εὔκρας ἐγένεθ’, οἷς δ’ ὄγκος κακόν.
- τὰ προσπεσόντα δ’ ὅστις εὖ φέρει βροτῶν,
- ἄριστος εἶναι σωφρονεῖν τ’ ἐμοὶ δοκεῖ.
- δοκεῖτε πηδᾶν τἀδικήματ’ εἰς θεοὺς
- πτεροῖσι, κἄπειτ’ ἐν Διὸς δέλτου πτυχαῖς
- γράφειν τιν’ αὐτά, Ζῆνα δ’ εἰσορῶντά νιν
- θνητοῖς δικάζειν; οὐδ’ ὁ πᾶς ἂν οὐρανὸς
- Διὸς γράφοντος τὰς βροτῶν ἁμαρτίας
- ἐξαρκέσειεν οὐδ’ ἐκεῖνος ἂν σκοπῶν
- πέμπειν ἑκάστῳ ζημίαν· ἀλλ’ ἡ Δίκη
- ἐνταῦθά ποὔστιν ἐγγύς, εἰ βούλεσθ’ ὁρᾶν.
- τί τοὺς θανόντας οὐκ ἐᾷς τεθνηκέναι
- καὶ τἀκχυθέντα συλλέγεις ἀλγήματα;
- παλαιὸς αἶνος· ἔργα μὲν νεωτέρων,
- βουλαὶ δ’ ἔχουσι τῶν γεραιτέρων κράτος.
- τί δ’ ἄλλο; φωνὴ καὶ σκιὰ γέρων ἀνήρ.
- παπαῖ, νέος καὶ σκαιὸς οἷός ἐστ’ ἀνήρ.
- δοῦλον γὰρ ἐσθλὸν τοὔνομ’ οὐ διαφθερεῖ,
- πολλοὶ δ’ ἀμείνους εἰσὶ τῶν ἐλευθέρων.
- ἀργὸς πολίτης κεῖνος, ὡς κακός γ’ ἀνήρ.
- ἴσως ἀλάστορ’ οὐκ ἐτόλμησεν κτανεῖν.
- Καλυδὼν μὲν ἥδε γαῖα, Πελοπίας χθονὸς
- ἐν ἀντιπόρθμοις πεδί’ ἔχουσ’ εὐδαίμονα·
- Οἰνεὺς δ’ ἀνάσσει τῆσδε γῆς Αἰτωλίας,
- Πορθάονος παῖς, ὅς ποτ’ Ἀλθαίαν γαμεῖ,
- Λήδας ὅμαιμον, Θεστίου δὲ παρθένον.
- Οἰνεύς ποτ’ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν
- θύων ἀπαρχάς
- Μελέαγρε, μελέαν γάρ ποτ’ ἀγρεύεις ἄγραν
- καὶ κτῆμα δ’, ὦ τεκοῦσα, κάλλιστον τόδε,
- πλούτου δὲ κρεῖσσον· τοῦ μὲν ὠκεῖα πτέρυξ,
- παῖδες δὲ χρηστοί, κἂν θάνωσι, δώμασιν
- καλόν τι θησαύρισμα τοῖς τεκοῦσί τε
- ἀνάθημα βιότου κοὔποτ’ ἐκλείπει δόμους.