Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. Φοινικογενοῦς [παῖ τῆς Τυρίας] τέκνον Εὐρώπης
  2. καὶ τοῦ μεγάλου Ζηνός, ἀνάσσων
  3. Κρήτης ἑκατομπτολιέθρου·
  4. ἥκω ζαθέους ναοὺς προλιπών,
  5. οὓς αὐθιγενὴς τμηθεῖσα δοκὸς
  6. στεγανοὺς παρέχει Χαλύβῳ πελέκει
  7. καὶ ταυροδέτῳ κόλλῃ κραθεῖσ’
  8. ἀτρεκεῖς ἁρμοὺς κυπαρίσσου.
  9. ἁγνὸν δὲ βίον τείνων ἐξ οὗ
  10. Διὸς Ἰδαίου μύστης γενόμην,
  11. καὶ νυκτιπόλου Ζαγρέως βροντὰς
  12. τοὺς ὠμοφάγους δαίτας τελέσας
  13. μητρί τ’ ὀρείῳ δᾷδας ἀνασχὼν
  14. καὶ κουρήτων
  15. βάκχος ἐκλήθην ὁσιωθείς.
  16. πάλλευκα δ’ ἔχων εἵματα φεύγω
  17. γένεσίν τε βροτῶν καὶ νεκροθήκης
  18. οὐ χριμπτόμενος τήν τ’ ἐμψύχων
  19. βρῶσιν ἐδεστῶν πεφύλαγμαι.
  1. φαῦλον ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν,
  2. πᾶσαν ἐν ἔργῳ περιτεμνόμενον
  3. σοφίαν, λέσχης ἀτρίβωνα
  1. πόνος γάρ, ὡς λέγουσιν, εὐκλείας πατήρ.
  1. τὸ τῆς ἀνάγκης οὐ λέγειν ὅσον ζυγόν.
  1. Τευθράντιον δὲ σχῆμα Μυσίας χθονός
  1. δέσποτα φιλόδαφνε Βάκχε, παιὰν Ἄπολλον εὔλυρε
  1. θριάζειν
  1. Ζεὺς ὅστις ὁ Ζεύς, οὐ γὰρ οἶδα πλὴν λόγῳ
  1. Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο,
  2. Ἕλλην’ ἔτικτεν
  1. ἢ πρῶτα μὲν τὰ θεῖα προυμαντεύσατο
  2. χρησμοῖσι σαφέσιν ἀστέρων ἐπ’ ἀντολαῖς
  1. Aristophanes Lysistr. 1124:
  2. ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ’ ἔνεστί μοι·
  3. αὐτὴ δ’ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω·
  4. τοὺς δ’ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους
  5. πολλοὺς ἀκούσασ’ οὐ μεμούσωμαι κἀκῶς.
  1. κοὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα,
  2. ὡς οὐρανός τε γαῖά τ’ ἦν μορφὴ μία·
  3. ἐπεὶ δ’ ἐχωρίσθησαν ἀλλήλων δίχα,
  4. τίκτουσι πάντα κἀνέδωκαν εἰς φάος,
  5. δένδρη, πετεινά, θῆρας οὕς θ’ ἅλμη τρέφει γένος τε θνητῶν.
  1. δικαιοσύνας τὸ χρύσεον πρόσωπον
  1. ὄμνυμι δ’ ἱερὸν αἰθέρ’, οἴκησιν Διός