Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. αἱ τύχαι δέ με
  2. μισθὸν λαβοῦσαι τῶν ἐμῶν τὰ φίλτατα
  3. σοφὴν ἔθηκαν.
  1. κέρδη τοιαῦτα χρή τινα κτᾶσθαι βροτῶν,
  2. ἐφ’ οἶσι μέλλει μήποθ’ ὕστερον στένειν.
  1. λύπη μὲν ἄτῃ περιπεσεῖν αἰσχρᾷ τινι·
  2. εἰ δ’ οὖν γένοιτο, χρὴ περιστεῖλαι καλῶς
  3. κρύπτοντα καὶ μὴ πᾶσι κηρύσσειν τάδε·
  4. γέλως γὰρ ἐχθροῖς γίγνεται τὰ τοιάδε.
  1. οὐκ ἂν δύναιο μὴ καμὼν εὐδαιμονεῖν,
  2. αἰσχρόν τε μοχθεῖν μὴ θέλειν νεανίαν.
  1. ἐπίσταμαι δὲ καὶ πεπείραμαι λίαν
  2. ὡς τῶν ἐχόντων πάντες ἄνθρωποι φίλοι.
  1. οὐ γάρ ποτ’ ἄνδρα τὸν σοφὸν γυναικὶ χρὴ
  2. δοῦναι χαλινοὺς οὐδ’ ἀφέντ’ ἐᾶν κρατεῖν·
  3. πιστὸν γὰρ οὐδέν ἐστιν· εἰ δέ τις κυρεῖ
  4. γυναικὸς ἐσθλῆς, εὐτυχεῖ κακὸν λαβών.
  1. γαμεῖτε νῦν, γαμεῖτε, κᾆτα θνῄσκετε
  2. ἢ φαρμάκοισιν ἐκ γυναικὸς ἢ δόλοις.
  1. 〈Ἅιδης〉 κρινεῖ ταῦτ’.
  1. ἐγὼ χάριν σὴν παῖδά σου κατακτάνω;
  1. τί γὰρ ποθεῖ τράπεζα; τῷ δ’ οὐ βρίθεται;
  2. πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ
  3. μόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶς
  4. καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου
  5. πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα.
  1. τὰ δ’ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλῳ.
  1. νόμος δὲ 〈δείπνου〉 λείψαν’ ἐκβάλλειν κυσίν.
  1. πρὶν ἂν . . ἐκφλῆναί με καὶ μαθεῖν λόγον
  1. ἀλλ’ ὦ Κρῆτες, Ἴδης τέκνα