Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- τὰ δ’ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλῳ.
- νόμος δὲ 〈δείπνου〉 λείψαν’ ἐκβάλλειν κυσίν.
- πρὶν ἂν . . ἐκφλῆναί με καὶ μαθεῖν λόγον
- ἀλλ’ ὦ Κρῆτες, Ἴδης τέκνα
- Φοινικογενοῦς [παῖ τῆς Τυρίας] τέκνον Εὐρώπης
- καὶ τοῦ μεγάλου Ζηνός, ἀνάσσων
- Κρήτης ἑκατομπτολιέθρου·
- ἥκω ζαθέους ναοὺς προλιπών,
- οὓς αὐθιγενὴς τμηθεῖσα δοκὸς
- στεγανοὺς παρέχει Χαλύβῳ πελέκει
- καὶ ταυροδέτῳ κόλλῃ κραθεῖσ’
- ἀτρεκεῖς ἁρμοὺς κυπαρίσσου.
- ἁγνὸν δὲ βίον τείνων ἐξ οὗ
- Διὸς Ἰδαίου μύστης γενόμην,
- καὶ νυκτιπόλου Ζαγρέως βροντὰς
- τοὺς ὠμοφάγους δαίτας τελέσας
- μητρί τ’ ὀρείῳ δᾷδας ἀνασχὼν
- καὶ κουρήτων
- βάκχος ἐκλήθην ὁσιωθείς.
- πάλλευκα δ’ ἔχων εἵματα φεύγω
- γένεσίν τε βροτῶν καὶ νεκροθήκης
- οὐ χριμπτόμενος τήν τ’ ἐμψύχων
- βρῶσιν ἐδεστῶν πεφύλαγμαι.
- φαῦλον ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν,
- πᾶσαν ἐν ἔργῳ περιτεμνόμενον
- σοφίαν, λέσχης ἀτρίβωνα
- πόνος γάρ, ὡς λέγουσιν, εὐκλείας πατήρ.
- τὸ τῆς ἀνάγκης οὐ λέγειν ὅσον ζυγόν.
- Τευθράντιον δὲ σχῆμα Μυσίας χθονός
- δέσποτα φιλόδαφνε Βάκχε, παιὰν Ἄπολλον εὔλυρε
- θριάζειν
- Ζεὺς ὅστις ὁ Ζεύς, οὐ γὰρ οἶδα πλὴν λόγῳ
- Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο,
- Ἕλλην’ ἔτικτεν
- ἢ πρῶτα μὲν τὰ θεῖα προυμαντεύσατο
- χρησμοῖσι σαφέσιν ἀστέρων ἐπ’ ἀντολαῖς
- Aristophanes Lysistr. 1124:
- ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ’ ἔνεστί μοι·
- αὐτὴ δ’ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω·
- τοὺς δ’ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους
- πολλοὺς ἀκούσασ’ οὐ μεμούσωμαι κἀκῶς.
- κοὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα,
- ὡς οὐρανός τε γαῖά τ’ ἦν μορφὴ μία·
- ἐπεὶ δ’ ἐχωρίσθησαν ἀλλήλων δίχα,
- τίκτουσι πάντα κἀνέδωκαν εἰς φάος,
- δένδρη, πετεινά, θῆρας οὕς θ’ ἅλμη τρέφει γένος τε θνητῶν.
- δικαιοσύνας τὸ χρύσεον πρόσωπον
- ὄμνυμι δ’ ἱερὸν αἰθέρ’, οἴκησιν Διός
- τὸν δ’ ἀμφὶ βοῦς ῥιφέντα Βοιωτὸν καλεῖν
- σύν τοι θεῷ χρὴ τοὺς σοφοὺς ἀναστρέφειν
- βουλεύματ’ ἀεὶ πρὸς τὸ χρησιμώτερον.