Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. οὐρανὸς ὑπὲρ ἡμᾶς καινῶς φοτῶν ἕδος δαιμόνιον
  2. τόδ’ ἐν μέσῳ τοῦ οὐρανοῦ τε καὶ χθονός,
  3. οἳ μὲν ὀνομάζουσι χάος
  1. ἐχρῆν γὰρ ἡμᾶς σύλλογον ποιουμένους
  2. τὸν φύντα θρηνεῖν εἰς ὅσ’ ἔρχεται κακά,
  3. τὸν δ’ αὖ θανόντα καὶ πόνων πεπαυμένον
  4. χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων.
  1. εἰ μὲν γὰρ οἰκεῖ νερτέρας ὑπὸ χθονὸς
  2. ἐν τοῖσιν οὐκέτ’ οὖσιν, οὐδὲν ἂν σθένοι.
  1. εἰ γάρ σ’ ἔμελλεν, ὡς σὺ φής, κτείνειν πόσις,
  2. χρῆν καὶ σὲ μέλλειν, ὡς χόλος παρήλυθεν.
  1. ἐκεῖνο γὰρ πέπονθ’ ὅπερ πάντες βροτοί·
  2. φιλῶν μάλιστ’ ἐμαυτὸν οὐκ αἰσχύνομαι.
  1. στρ. Εἰρήνα βαθύπλουτε καὶ
  2. καλλίστα μακάρων θεῶν,
  3. ζῆλός μοι σέθεν ὡς χρονίζεις.
  4. δέδοικα δὲ μὴ πρὶν πόνοις
  5. ὑπερβάλῃ με γῆρας,
  6. πρὶν σὰν χαρίεσσαν προσιδεῖν ὥραν
  7. καὶ καλλιχόρους ἀοιδὰς
  8. φιλοστεφάνους τε κώμους.
  9. ἴθι μοι, πότνα, πόλιν.
  10. ἀντ. τὰν δ’ ἐχθρὰν στάσιν εἶργ’ ἀπ’ οἴ-
  11. κῶν τὰν μαινομέναν τ’ ἔριν
  12. θηκτῷ τερπομέναν σιδάρῳ.
  1. τεθνᾶσι παῖδες οὐκ ἐμοὶ μόνῃ βροτῶν
  2. οὐδ’ ἀνδρὸς ἐστερήμεθ’, ἀλλὰ μυρίαι
  3. τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον.
  1. καὶ δὶς ἕπτ’ αὐτῆς τέκνα
  2. Νιόβης θανόντα Λοξίου τοξεύμασιν
  1. ὠνητέραν δὴ τήνδ’ ἐγὼ δίδωμί σοι
  2. πληγήν
  1. αἰδὼς ἐν ὀφθαλμοῖσι γίγνεται, τέκνον.
  1. αἱ τύχαι δέ με
  2. μισθὸν λαβοῦσαι τῶν ἐμῶν τὰ φίλτατα
  3. σοφὴν ἔθηκαν.
  1. κέρδη τοιαῦτα χρή τινα κτᾶσθαι βροτῶν,
  2. ἐφ’ οἶσι μέλλει μήποθ’ ὕστερον στένειν.
  1. λύπη μὲν ἄτῃ περιπεσεῖν αἰσχρᾷ τινι·
  2. εἰ δ’ οὖν γένοιτο, χρὴ περιστεῖλαι καλῶς
  3. κρύπτοντα καὶ μὴ πᾶσι κηρύσσειν τάδε·
  4. γέλως γὰρ ἐχθροῖς γίγνεται τὰ τοιάδε.
  1. οὐκ ἂν δύναιο μὴ καμὼν εὐδαιμονεῖν,
  2. αἰσχρόν τε μοχθεῖν μὴ θέλειν νεανίαν.
  1. ἐπίσταμαι δὲ καὶ πεπείραμαι λίαν
  2. ὡς τῶν ἐχόντων πάντες ἄνθρωποι φίλοι.
  1. οὐ γάρ ποτ’ ἄνδρα τὸν σοφὸν γυναικὶ χρὴ
  2. δοῦναι χαλινοὺς οὐδ’ ἀφέντ’ ἐᾶν κρατεῖν·
  3. πιστὸν γὰρ οὐδέν ἐστιν· εἰ δέ τις κυρεῖ
  4. γυναικὸς ἐσθλῆς, εὐτυχεῖ κακὸν λαβών.
  1. γαμεῖτε νῦν, γαμεῖτε, κᾆτα θνῄσκετε
  2. ἢ φαρμάκοισιν ἐκ γυναικὸς ἢ δόλοις.
  1. 〈Ἅιδης〉 κρινεῖ ταῦτ’.
  1. ἐγὼ χάριν σὴν παῖδά σου κατακτάνω;
  1. τί γὰρ ποθεῖ τράπεζα; τῷ δ’ οὐ βρίθεται;
  2. πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ
  3. μόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶς
  4. καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου
  5. πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα.