Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- πάντων τὸ θανεῖν· τὸ δὲ κοινὸν ἄχος
- μετρίως ἀλγεῖν σοφία μελετᾷ.
- ὅθεν δὲ νικᾶν χρῆν σε, δυστυχεῖς, ἄναξ·
- ὅθεν δέ σ’ οὐ χρῆν, εὐτυχεῖς. δούλοισι γὰρ
- τοῖς σοῖσι νικᾷς, τοῖς δ’ ἐλευθέροισιν οὔ.
- σοφὸς μὲν οὖν εἶ, Πρίαμ’, ὅμως δέ σοι λέγω·
- δούλου φρονοῦντος μᾶλλον ἢ φρονεῖν χρεὼν
- οὐκ ἔστιν ἄχθος μεῖζον οὐδὲ δώμασιν
- κτῆσις κακίων οὐδ’ ἀνωφελεστέρα.
- ἤλεγχον· οὕτω γὰρ κακὸν δούλων γένος·
- γαστὴρ ἅπαντα, τοὐπίσω δ’ οὐδὲν σκοπεῖ.
- δούλων ὅσοι φιλοῦσι δεσποτῶν γένος,
- πρὸς τῶν ὁμοίων πόλεμον αἴρονται μέγαν.
- δούλους γὰρ οὐ
- καλὸν πεπᾶσθαι κρείσσονας τῶν δεσποτῶν.
- περισσόμυθος ὁ λόγος, εὐγένειαν εἰ
- βρότειον εὐλογήσομεν.
- τὸ γὰρ πάλαι καὶ πρῶτον ὅτ’ ἐγενόμεθα,
- διὰ δ’ ἔκρινεν ἁ τεκοῦσα γᾶ βροτούς,
- ὁμοίαν χθὼν ἅπασιν ἐξεπαίδευσεν ὄψιν.
- ἴδιον οὐδὲν ἔσχομεν· μία δὲ γονὰ
- τό τ’ εὐγενὲς καὶ τὸ δυσγενές·
- νόμῳ δὲ γαῦρον αὐτὸ κραίνει χρόνος.
- τὸ φρόνιμον εὐγένεια καὶ τὸ συνετὸν
- ὁ θεὸς δίδωσιν, οὐχ ὁ πλοῦτος.
- οὐκ ἔστιν ἐν κακοῖσιν εὐγένεια,
- παρ’ ἀγαθοῖσι δ’ ἀνδρῶν.
- κακόν τι παίδευμ’ ἦν ἄρ’ εἰς εὐανδρίαν
- ὁ πλοῦτος ἀνθρώποισιν αἵ τ’ ἄγαν τρυφαί·
- πενία δὲ δύστηνον μέν, ἀλλ’ ὅμως τρέφει
- μοχθεῖν τ’ ἀμείνω τέκνα καὶ δραστήρια.
- ἄδικον ὁ πλοῦτος, πολλὰ δ’ οὐκ ὀρθῶς ποεῖ.
- ἄναξ, διαβολαὶ δεινὸν ἀνθρώποις κακόν·
- ἀγλωσσίᾳ δὲ πολλάκις ληφθεὶς ἀνὴρ
- δίκαια λέξας ἧσσον εὐγλώσσου φέρει.
- ὦ παγκάκιστοι καὶ τὸ δοῦλον οὐ λόγῳ
- ἔχοντες, ἀλλὰ τῇ τύχῃ κεκτημένοι
- οἴμοι, θανοῦμαι διὰ τὸ χρήσιμον φρενῶν,
- ἥ τοῖσιν ἄλλοις γίγνεται σωτηρία.
- ἐκ τῶν ὁμοίων οἱ κακοὶ γαμοῦσ’ ἀεί.