Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. χρόνος δὲ δείξει 〈σ’〉· ᾧ τεκμηρίῳ μαθὼν
  2. ἢ χρηστὸν ὄντα γνώσομαί σ’ ἢ κακόν.
  1. μισῶ σοφὸν ἐν λόγοισιν, ἐς δ’ ὄνησιν οὐ σοφόν.
  1. Ἑκάβη, τὸ θεῖον ὡς ἄελπτον ἔρχεται
  2. θνητοῖσιν, ἕλκει δ’ οὔποτ’ ἐκ ταὐτοῦ τύχας.
  1. ἄρρητος κόρη
  1. ἥκω δ’ ἀτενὴς ἀπ’ οἴκων
  1. οὐδὲ πυνθάνεσθε ταῦτ’, ὦ παρθένοι, τἀν τῇ πόλει;
  1. ὁ φόβος, ὅταν τις αἵματος μέλλῃ πέρι
  2. λέγειν καταστὰς εἰς ἀγῶν’ ἐναντίον,
  3. τό τε στόμ’ εἰς ἔκπληξιν ἀνθρώπων ἄγει
  4. τὸν νοῦν τ’ ἀπείργει μὴ λέγειν ἃ βούλεται.
  5. τῷ μὲν γὰρ ἔνι κίνδυνος, ὃ δ’ ἀθῷος μένει.
  6. ὅμως δ’ ἀγῶνα τόνδε δεῖ μ’ ὑπεκδραμεῖν·
  7. ψυχὴν γὰρ ἆθλα κειμένην ἐμὴν ὁρῶ.
  1. 〈Α.〉 μητέρα κατέκταν τὴν ἐμήν, βραχὺς λόγος.
  2. 〈Φ.〉 ἑκὼν ἑκοῦσαν ἢ 〈οὐ〉 θέλουσαν οὐχ ἑκών;
  1. μάλιστα μέν μ’ ἐπῆρ’ ἐπισκήψας πατήρ,
  2. ὅθ’ ἅρματ’ εἰσέβαινεν εἰς Θήβας ἰών.
  1. ὃς Οἰδίπουν ἀπώλεσ’, Οἰδίπους δ’ ἐμέ,
  2. χρυσοῦν ἐνεγκὼν ὅρμον εἰς Ἄργους πόλιν.
  1. αἷμα γὰρ σόν, μῆτερ, ἀπενίψατο
  1. χαῖρ’, ὦ γεραιέ· τήν τε παῖδ’ ἐκδοὺς ἐμοὶ
  2. γαμβρὸς νομίζῃ καὶ πατὴρ σωτήρ τ’ ἐμός.
  1. ἀργαίνειν
  1. φίλαι φίλαι,
  2. πρόβατε, μόλε τις ὧδε· ποδαπὸς ὁ ξένος
  3. Κορινθίοις ἔμολεν ἀγχίαλος;