Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ὀργῇ γὰρ ὅστις εὐθέως χαρίζεται,
  2. κακῶς τελευτᾷ· πλεῖστα γὰρ σφάλλει βροτούς.
  1. κακῆς 〈ἀπ’〉 ἀρχῆς γίγνεται τέλος κακόν.
  1. οἴμοι, τίς ἀλγεῖν οὐκ ἐπίσταται κακοῖς;
  2. τίς ἂν κλύων τῶνδ’ οὐκ ἂν ἐκβάλοι δάκρυ;
  1. γλυκεῖα γάρ μοι φροντὶς οὐδαμῇ βίου.
  1. αἰεὶ τὸ μὲν ζῇ, τὸ δὲ μεθίσταται κακόν,
  2. τὸ δ’ αὖ πέφηνεν αὖθις ἐξ ἀρχῆς νέον.
  1. γυναῖκα δ’ ὅστις παύσεται λέγων κακῶς,
  2. δύστηνος ἆρα κοὐ σοφὸς κεκλήσεται.
  1. μοχθεῖν ἀνάγκη· τὰς δὲ δαιμόνων τύχας
  2. ὅστις φέρει κάλλιστ’ ἀνὴρ οὗτος σοφός.
  1. τὰ πόλλ’ ἀνάγκη διαφέρει τολμήματα.
  1. ἀκρατές
  1. κατηρτυκέναι
  1. καὶ χρόνου προύβαινε πούς
  1. παλαιὰ καινοῖς δακρύοις οὐ χρὴ στένειν.
  1. 〈Α.〉 οἶδ’· ἀλλὰ κάμπτειν τῷ χρόνῳ λύπας χρεών.
  2. 〈Β.〉 χρῆν· τοῦτο δ’ εἰπεῖν ῥᾷον ἢ φέρειν κακά.
  1. ὥστ’ οὔτις ἀνδρῶν εἰς ἅπαντ’ εὐδαιμονεῖ.