Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ὦ δαῖμον, ὡς οὐκ ἔστ’ ἀποστροφὴ βροτοῖς
- τῶν ἐμφύτων τε καὶ θεηλάτων κακῶν.
- ἀλλ’ οὐ γὰρ ὀρθῶς ταῦτα κρίνουσιν θεοί.
- ὦ μάκαρ, οἵας ἔλαχες τιμάς,
- Ἱππόλυθ’ ἥρως, διὰ σωφροσύνην·
- οὔποτε θνητοῖς
- ἀρετῆς ἄλλη δύναμις μείζων·
- ἦλθε γὰρ ἢ πρόσθ’ ἢ μετόπισθεν
- τῆς εὐσεβίας χάρις ἐσθλή.
- δίοπος
- οὐρανὸς ὑπὲρ ἡμᾶς καινῶς φοτῶν ἕδος δαιμόνιον
- τόδ’ ἐν μέσῳ τοῦ οὐρανοῦ τε καὶ χθονός,
- οἳ μὲν ὀνομάζουσι χάος
- ἐχρῆν γὰρ ἡμᾶς σύλλογον ποιουμένους
- τὸν φύντα θρηνεῖν εἰς ὅσ’ ἔρχεται κακά,
- τὸν δ’ αὖ θανόντα καὶ πόνων πεπαυμένον
- χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων.
- εἰ μὲν γὰρ οἰκεῖ νερτέρας ὑπὸ χθονὸς
- ἐν τοῖσιν οὐκέτ’ οὖσιν, οὐδὲν ἂν σθένοι.
- εἰ γάρ σ’ ἔμελλεν, ὡς σὺ φής, κτείνειν πόσις,
- χρῆν καὶ σὲ μέλλειν, ὡς χόλος παρήλυθεν.
- ἐκεῖνο γὰρ πέπονθ’ ὅπερ πάντες βροτοί·
- φιλῶν μάλιστ’ ἐμαυτὸν οὐκ αἰσχύνομαι.
- στρ. Εἰρήνα βαθύπλουτε καὶ
- καλλίστα μακάρων θεῶν,
- ζῆλός μοι σέθεν ὡς χρονίζεις.
- δέδοικα δὲ μὴ πρὶν πόνοις
- ὑπερβάλῃ με γῆρας,
- πρὶν σὰν χαρίεσσαν προσιδεῖν ὥραν
- καὶ καλλιχόρους ἀοιδὰς
- φιλοστεφάνους τε κώμους.
- ἴθι μοι, πότνα, πόλιν.
- ἀντ. τὰν δ’ ἐχθρὰν στάσιν εἶργ’ ἀπ’ οἴ-
- κῶν τὰν μαινομέναν τ’ ἔριν
- θηκτῷ τερπομέναν σιδάρῳ.
- τεθνᾶσι παῖδες οὐκ ἐμοὶ μόνῃ βροτῶν
- οὐδ’ ἀνδρὸς ἐστερήμεθ’, ἀλλὰ μυρίαι
- τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον.
- καὶ δὶς ἕπτ’ αὐτῆς τέκνα
- Νιόβης θανόντα Λοξίου τοξεύμασιν
- ὠνητέραν δὴ τήνδ’ ἐγὼ δίδωμί σοι
- πληγήν
- αἰδὼς ἐν ὀφθαλμοῖσι γίγνεται, τέκνον.