Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ἔχω δὲ τόλμης καὶ θράσους διδάσκαλον
- ἐν τοῖς ἀμηχάνοισιν εὐπορώτατον,
- Ἔρωτα, πάντων δυσμαχώτατον θεόν.
- Ἔρως γὰρ ἄνδρας οὐ μόνους ἐπέρχεται
- οὐδ’ αὖ γυναῖκας, ἀλλὰ καὶ θεῶν ἄνω
- ψυχὰς χαράσσει κἀπὶ πόντον ἔρχεται·
- καὶ τόνδ’ ἀπείργειν οὐδ’ ὁ παγκρατὴς σθένει
- Ζεύς, ἀλλ’ ὑπείκει καὶ θέλων ἐγκλίνεται.
- αὐτός τι νῦν δρῶν εἶτα δαίμονας κάλει·
- τῷ γὰρ πονοῦντι καὶ θεὸς συλλαμβάνει.
- ἔγωγε φημὶ καὶ νόμον γε μὴ σέβειν
- ἐν τοῖσι δεινοῖς τῶν ἀναγκαίων πλέον.
- οὐ γὰρ κατ’ εὐσέβειαν αἱ θνητῶν τύχαι,
- τολμήμασιν δὲ καὶ χερῶν ὑπερβολαῖς
- ἁλίσκεταί τε πάντα καὶ θηρεύεται.
- τί δ’ ἢν λυθείς με διαβάλῃς, παθεῖν σε δεῖ;
- ὦ πότνι’ αἰδώς, εἴθε τοῖς πᾶσιν βροτοῖς
- συνοῦσα τἀναίσχυντον ἐξῃροῦ φρενῶν.
- ὁρῶ δὲ τοῖς πολλοῖσιν ἀνθρώποις ἐγὼ
- τίκτουσαν ὕβριν τὴν πάροιθ’ εὐπραξίαν.
- ὕβριν τε τίκτει πλοῦτος ἢ φειδὼ βίου.
- φεῦ φεῦ, τὸ μὴ τὰ πράγματ’ ἀνθρώποις ἔχειν
- φωνήν, ἵν’ ἦσαν μηδὲν οἱ δεινοὶ λέγειν.
- νῦν δ’ εὐτρόχοισι στόμασι τἀληθέστατα
- κλέπτουσιν, ὥστε μὴ δοκεῖν ἃ χρὴ δοκεῖν.
- Θησεῦ, παραινῶ σοὶ τὸ λῷστον, εἰ φρονεῖς,
- γυναικὶ πείθου μηδὲ τἀληθῆ κλύων.
- χρόνος διέρπων πάντ’ ἀληθεύειν φιλεῖ.
- . . πρὸς ἵππων εὐθὺς ὁρμήσας στάσιν
- ὦ λαμπρὸς αἰθὴρ ἡμέρας θ’ ἁγνὸν φάος,
- ὡς ἡδὺ λεύσσειν τοῖς τε πράσσουσιν καλῶς
- καὶ τοῖσι δυστυχοῦσιν, ὧν πέφυκ’ ἐγώ.