Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἄνασσα, πολλοῖς ἔστιν ἀνθρώπων κακά,
  2. τοῖς δ’ ἄρτι λήγει, τοῖς δὲ κίνδυνος μολεῖν.
  3. κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς
  4. θνητῶν τε γενεᾷ· τῶν μὲν αὔξεται βίος,
  5. τῶν δὲ φθίνει τε καὶ θερίζεται πάλιν.
  1. πολλοί γε θνητῶν τῷ θράσει τὰς συμφορὰς
  2. ζητοῦσ’ ἀμαυροῦν κἀποκρύπτεσθαι κακά.
  1. κέκτησο δ’ ὀρθῶς ἂν ἔχῃς ἄνευ ψόγου,
  2. κἂν σμικρὰ σῴζου, τοὔνδικον σέβουσ’ ἀεί,
  3. μὴ δ’ ὡς κακὸς ναύκληρος εὖ πράξας ποτὲ
  4. ζητῶν τὰ πλείον’, εἶτα πάντ’ ἀπώλεσεν.
  1. γίγνωσκε τἀνθρώπεια μηδ’ ὑπερμέτρως
  2. ἄλγει· κακοῖς γὰρ οὐ σὺ πρόσκεισαι μόνη.
  1. βίᾳ νυν ἕλκετ’ ὦ κακοὶ τιμὰς βροτοί,
  2. καὶ κτᾶσθε πλοῦτον πάντοθεν θηρώμενοι,
  3. σύμμικτα μὴ δίκαια καὶ δίκαι’ ὁμοῦ·
  4. ἔπειτ’ ἀμᾶσθε τῶνδε δύστηνον θέρος.
  1. ὁρᾷς τυράννους διὰ μακρῶν ηὐξημένους,
  2. ὡς μικρὰ τὰ σφάλλοντα, καὶ μί’ ἡμέρα
  3. τὰ μὲν καθεῖλεν ὑψόθεν, τὰ δ’ ἦρ’ ἄνω.
  4. ὑπόπτερος δ’ ὁ πλοῦτος· οἷς γὰρ ἦν ποτε,
  5. ἐξ ἐλπίδων πίπτοντας ὑπτίους ὁρῶ.
  1. κοίλοις ἐν ἄντροις ἄλυχνος, ὥστε θήρ, μόνος
  1. πολλοὶ παρῆσαν, ἀλλ’ ἄπιστα Θεσσαλῶν
  1. . . δ’ ἄρα
  1. Φλεγύαντος υἱέ, δέσποτ’ Ἰξίων. .
  1. ὅστις γὰρ ἀστῶν πλέον ἔχειν πέφυκ’ ἀνήρ,
  2. [οὐδὲν φρονεῖ δίκαιον οὐδὲ βούλεται]
  3. φίλοις τ’ ἄμικτός ἐστι καὶ πάσῃ πόλει.
  1. τά τοι μέγιστα πάντ’ ἀπείργασται βροτοῖς
  2. τόλμ’ ὥστε νικᾶν· οὔτε γὰρ τυραννίδες
  3. χωρὶς πόνου γένοιντ’ ἂν οὔτ’ οἶκος μέγας.
  1. οἱ γὰρ Κύπριν φεύγοντες ἀνθρώπων ἄγαν
  2. νοσοῦσ’ ὁμοίως τοῖς ἄγαν θηρωμένοις.
  1. ἀντὶ πυρὸς γὰρ ἄλλο πῦρ
  2. μεῖζον ἐβλάστομεν γυναῖκες
  3. πολὺ δυσμαχώτερον.