Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- φεῦ,
- ὅσῳ τὸ θῆλυ δυστυχέστερον γένος
- πέφυκεν ἀνδρῶν· ἔν τε τοῖσι γὰρ καλοῖς
- πολλῷ λέλειπται κἀπὶ τοῖς αἰσχροῖς πλέον.
- νόμοι γυναικῶν οὐ καλῶς κεῖνται πέρι·
- χρῆν γὰρ τὸν εὐτυχοῦνθ’ ὅπως πλείστας ἔχειν
- [γυναῖκας, εἴπερ τροφὴ δόμοις παρῆν],
- ὡς τὴν κακὴν μὲν ἐξέβαλλε δωμάτων,
- τὴν δ’ οὖσαν ἐσθλὴν ἡδέως ἐσῴζετο.
- νῦν δ’ εἰς μίαν βλέπουσι, κίνδυνον μέγαν
- ῥίπτοντες· οὐ γὰρ τῶν τρόπων πειρώμενοι
- νύμφας ἐς οἴκους ἑρματίζονται βροτοί.
- τίς ἆρα μήτηρ ἢ πατὴρ κακὸν μέγα
- βροτοῖς ἔφυσε τὸν δυσώνυμον φθόνον;
- ποῦ καί ποτ’ οἰκεῖ σώματος λαχὼν μέρος;
- ἐν χερσὶν ἢ σπλάγχνοισιν ἢ παρ’ ὄμματα;
- ἔσθ’ ἡμῖν ὡς ἦν μόχθος ἰατροῖς μέγας
- τομαῖς ἀφαιρεῖν ἢ ποτοῖσι φαρμάκοις
- πασῶν μεγίστην τῶν ἐν ἀνθρώποις νόσων.
- τό τ’ εὐγενὲς
- πολλὴν δίδωσιν ἐλπίδ’ ὡς ἄρξουσι γῆς.
- τὴν εὐγένειαν, κἂν ἄμορφος ᾖ γάμος,
- τιμῶσι πολλοὶ προσλαβεῖν τέκνων χάριν,
- τό τ’ ἀξίωμα μᾶλλον ἢ τὰ χρήματα.
- μὴ σκυθρωπὸς ἴσθ’ ἄγαν
- πρὸς τοὺς κακῶς πράσσοντας, ἄνθρωπος γεγώς.
- ἀμουσία τοι μηδ’ ἐπ’ οἰκτροῖσιν δάκρυ
- στάζειν· κακὸν δέ, χρημάτων ὄντων ἄλις,
- φειδοῖ πονηρᾷ μηδέν’ εὖ ποιεῖν βροτῶν.
- ἐν ἐλπίσιν χρὴ τοὺς σοφοὺς ἄγειν βίον.
- μήτ’ εὐτυχοῦσα πᾶσαν ἡνίαν χάλα
- κακῶς τε πράσσουσ’ ἐλπίδος κεδνῆς ἔχου.
- τοιάνδε χρὴ γυναικὶ πρόσπολον ἐᾶν
- ἥτις τὸ μὲν δίκαιον οὐ σιγήσεται,
- τὰ δ’ αἰσχρὰ μισεῖ καὶ κατ’ ὀφθαλμοὺς ἔχει.
- ἴστω δὲ μηδεὶς ταῦθ’ ἃ σιγᾶσθαι χρεών·
- μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας
- πρήσειεν ἄν τις, καὶ πρὸς ἄντρ’ εἰπὼν ἕνα
- πύθοιντ’ ἂν ἀστοὶ πάντες ἃ κρύπτειν χρεών.
- ἐμοὶ γὰρ εἴη πτωχός, εἰ δὲ βούλεται
- πτωχοῦ κακίων, ὅστις ὢν εὔνους ἐμοὶ
- φόβον παρελθὼν τἀπὸ καρδίας ἐρεῖ.
- ἐπίσταμαι δὲ πάνθ’ ὅσ’ εὐγενῆ χρεών,
- σιγᾶν θ’ ὅπου δεῖ καὶ λέγειν ἵν’ ἀσφαλές,
- ὁρᾶν θ’ ἃ δεῖ με κοὐχ ὁρᾶν ἃ μὴ πρέπει,
- γαστρὸς κρατεῖν δέ· καὶ γὰρ ἐν κακοῖσιν ὢν
- ἐλευθέροισιν ἐμπεπαίδευμαι τρόποις.
- φειδώμεθ’ ἀνδρῶν εὐγενῶν, φειδώμεθα,
- κακοὺς δ’ ἀποπτύωμεν, ὥσπερ ἄξιοι.