Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- καίτοι φθόνου μὲν μῦθον ἄξιον φράσω
- ἀλλ’ ἔστι δή τις ἄλλος ἐν βροτοῖς ἔρως
- ψυχῆς δικαίας σώφρονός τε κἀγαθῆς.
- καὶ χρῆν δὲ τοῖς βροτοῖσι τόνδ’ εἶναι νόμον
- τῶν εὐσεβούντων οἵτινές τε σώφρονες
- ἐρᾶν, Κύπριν δὲ τὴν Διὸς χαίρειν ἐᾶν.
- ἀνὴρ γὰρ ὅστις χρημάτων μὲν ἐνδεής,
- δρᾶσαι δὲ χειρὶ δυνατός, οὐκ ἀφέξεται
- τὰ τῶν ἐχόντων χρήμαθ’ ἁρπάζειν βίᾳ.
- συμπολίτης
- οὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώποις θεῶν·
- σπουδάζομεν δὲ πόλλ’ ὑπ’ ἐλπίδων, μάτην
- πόνους ἔχοντες, οὐδὲν εἰδότες σαφές.
- εἰ δ’ ἄτερ πόνων
- δοκεῖς ἔσεσθαι, μῶρος εἶ, θνητὸς γεγώς.
- γνώμης γὰρ οὐδὲν ἁρετὴ μονουμένη.
- οὐ πώποτ’ ἔργου μᾶλλον εἱλόμην λόγους.
- πλούτου δ’ ἀπορρυέντος ἀσθενεῖς γάμοι·
- τὴν μὲν γὰρ εὐγένειαν αἰνοῦσιν βροτοί,
- μᾶλλον δὲ κηδεύουσι τοῖς εὐδαίμοσιν.
- ἀλλ’ εἴπερ ἔστιν ἐν βροτοῖς ψευδηγορεῖν
- πιθανά, νομίζειν χρή σε καὶ τοὐναντίον,
- ἄπιστ’ ἀληθῆ πολλὰ συμβαίνειν βροτοῖς.
- θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις.
- εὕδουσα δ’ Ἰνοῦς συμφορὰ χρόνον πολὺν
- νῦν ὄμμ’ ἐγείρει
- φίλαι γυναῖκες, πῶς ἂν ἐξ ἀρχῆς δόμους
- Ἀθάμαντος οἰκήσαιμι τῶν πεπραγμένων
- δράσασα μηδέν;
- ὦ θνητὰ πράγματ’, ὦ γυναικεῖαι φρένες·
- ὅσον νόσημα τὴν Κύπριν κεκτήμεθα.
- φεῦ,
- ὅσῳ τὸ θῆλυ δυστυχέστερον γένος
- πέφυκεν ἀνδρῶν· ἔν τε τοῖσι γὰρ καλοῖς
- πολλῷ λέλειπται κἀπὶ τοῖς αἰσχροῖς πλέον.
- νόμοι γυναικῶν οὐ καλῶς κεῖνται πέρι·
- χρῆν γὰρ τὸν εὐτυχοῦνθ’ ὅπως πλείστας ἔχειν
- [γυναῖκας, εἴπερ τροφὴ δόμοις παρῆν],
- ὡς τὴν κακὴν μὲν ἐξέβαλλε δωμάτων,
- τὴν δ’ οὖσαν ἐσθλὴν ἡδέως ἐσῴζετο.
- νῦν δ’ εἰς μίαν βλέπουσι, κίνδυνον μέγαν
- ῥίπτοντες· οὐ γὰρ τῶν τρόπων πειρώμενοι
- νύμφας ἐς οἴκους ἑρματίζονται βροτοί.
- τίς ἆρα μήτηρ ἢ πατὴρ κακὸν μέγα
- βροτοῖς ἔφυσε τὸν δυσώνυμον φθόνον;
- ποῦ καί ποτ’ οἰκεῖ σώματος λαχὼν μέρος;
- ἐν χερσὶν ἢ σπλάγχνοισιν ἢ παρ’ ὄμματα;
- ἔσθ’ ἡμῖν ὡς ἦν μόχθος ἰατροῖς μέγας
- τομαῖς ἀφαιρεῖν ἢ ποτοῖσι φαρμάκοις
- πασῶν μεγίστην τῶν ἐν ἀνθρώποις νόσων.
- τό τ’ εὐγενὲς
- πολλὴν δίδωσιν ἐλπίδ’ ὡς ἄρξουσι γῆς.
- τὴν εὐγένειαν, κἂν ἄμορφος ᾖ γάμος,
- τιμῶσι πολλοὶ προσλαβεῖν τέκνων χάριν,
- τό τ’ ἀξίωμα μᾶλλον ἢ τὰ χρήματα.
- μὴ σκυθρωπὸς ἴσθ’ ἄγαν
- πρὸς τοὺς κακῶς πράσσοντας, ἄνθρωπος γεγώς.