Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. τοὐνθένδ’ ἀπίχθυς βαρβάρους οἰκεῖν δοκῶ
  1. ἐν ἀστρώτῳ πέδῳ
  2. εὕδουσι, πηγαῖς δ’ οὐχ ὑγραίνουσιν πόδας.
  1. μίασμα δρυός
  1. κείσθω δόρυ μοι μίτον ἀμφιπλέκειν ἀράχναις,
  2. μετὰ δ’ ἡσυχίας πολιῷ γήρᾳ συνοικοίην·
  3. ἀείδοιμι δὲ στεφάνοις κάρα πολιὸν στεφανώσας
  4. Θρηίκιον πέλταν πρὸς Ἀθάνας
  5. περικίοσιν ἀγκρεμάσας θαλάμοις
  6. δέλτων τ’ ἀναπτύσσοιμι γῆρυν
  7. ἂν σοφοὶ κλέονται.
  1. πέμπεις δ’ ἐς Ἅιδου ζῶντα κοὐ τεθνηκότα,
  2. καί μοι τὸ τέρθρον δῆλον εἰσπορεύομαι.
  1. οὐκ ἔστιν, ὦ γεραιέ, μὴ δείσῃς τάδε·
  2. τὰ Δαιδάλεια πάντα κινεῖσθαι δοκεῖ
  3. λέγειν τ’ ἀγάλμαθ’· ὧδ’ ἀνὴρ κεῖνος σοφός.
  1. πᾶς δ’ ἐξεθέρισεν ὥστε πύρινον 〈στάχυν〉
  2. σπάθῃ κολούων φασγάνου μελανδέτου.
  1. ἢ κύαθον ἢ χαλκήλατον
  2. ἡθμὸν προσίσχων τοῖσδε τοῖς ὑπωπίοις
  1. πιστὸν μὲν οὖν εἶναι χρὴ τὸν διάκονον
  2. τοιοῦτον εἶναι καὶ στέγειν τὰ δεσποτῶν.
  1. οὐκ οἶδ’ ὅτῳ χρὴ κανόνι τὰς βροτῶν τύχας
  2. ὀρθῶς σταθμήσαντ’ εἰδέναι τὸ δραστέον.
  1. μάτην δὲ θνητοὶ τοὺς νόθους φεύγουσ’ ἄρα
  2. παῖδας φυτεύειν· ὃς γὰρ ἂν χρηστὸς φύῃ,
  3. οὐ τοὔνομ’ αὐτοῦ τὴν φύσιν διαφθερεῖ.
  1. νῦν δ’ ἤν τις οἴκων πλουσίαν ἔχῃ φάτνην,
  2. πρῶτος γέγραπται τῶν τ’ ἀμεινόνων κρατεῖ·
  3. τὰ δ’ ἔργ’ ἐλάσσω χρημάτων νομίζομεν.
  1. σκύφος τε μακρός
  1. Ταρτάρειος
  1. σχεδὸν παρ’ αὐτοῖς κρασπέδοις Εὐρωπίας
  1. ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις,
  2. μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια.
  3. κύκλος τις ὡς τόρνοισιν ἐκμετρούμενος,
  4. οὗτος δ’ ἔχει σημεῖον ἐν μέσῳ σαφές·
  5. τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο,
  6. ταύτας διείργει δ’ ἐν μέσαις ἄλλη μία·
  7. τρίτον δὲ βόστρυχός τις ὥς εἱλιγμένος·
  8. τὸ δ’ αὖ τέταρτον ἢ μὲν εἰς ὀρθὸν μία,
  9. λοξαὶ δ’ ἐπ’ αὐτῆς τρεῖς κατεστηριγμέναι
  10. εἰσίν· τὸ πέμπτον δ’ οὐκ ἐν εὐμαρεῖ φράσαι·
  11. γραμμαὶ γάρ εἰσιν ἐκ διεστώτων δύο,
  12. αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν·
  13. τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές.
  1. τοία Στυγός σε μελανοκάρδιος πέτρα
  2. Ἀχερόντιός τε σκοπελὸς αἱματοσταγὴς
  3. φρουροῦσι Κωκυτοῦ τε περίδρομοι κύνες
  4. Ἔχιδνά θ’ ἑκατογκέφαλος, ἢ τὰ σπλάγχνα σου
  5. διασπαράξει, πλευμόνων τ’ ἀνθάψεται
  6. Ταρτησσία μύραινα· τὼ νεφρὼ δέ σου
  7. αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω
  8. διασπάσονται Γοργόνες Τειθράσιαι.
  1. κάρα τε γάρ σου συγχέω κόμαις ὁμοῦ,
  2. ῥανῶ τε πεδόσ’ ἐγκέφαλον· ὀμμάτων δ’ ἄπο
  3. αἱμοσταγῆ πρηστῆρε ῥεύσονται κάτω.
  1. τί με δῆτ’, ὦ μελέα μᾶτερ, ἔτικτες;
  1. ἀνόνητον ἄγαλμ’, ὦ πάτερ, οἴκοισι τεκών