Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ἀμουσία τοι μηδ’ ἐπ’ οἰκτροῖσιν δάκρυ
- στάζειν· κακὸν δέ, χρημάτων ὄντων ἄλις,
- φειδοῖ πονηρᾷ μηδέν’ εὖ ποιεῖν βροτῶν.
- ἐν ἐλπίσιν χρὴ τοὺς σοφοὺς ἄγειν βίον.
- μήτ’ εὐτυχοῦσα πᾶσαν ἡνίαν χάλα
- κακῶς τε πράσσουσ’ ἐλπίδος κεδνῆς ἔχου.
- τοιάνδε χρὴ γυναικὶ πρόσπολον ἐᾶν
- ἥτις τὸ μὲν δίκαιον οὐ σιγήσεται,
- τὰ δ’ αἰσχρὰ μισεῖ καὶ κατ’ ὀφθαλμοὺς ἔχει.
- ἴστω δὲ μηδεὶς ταῦθ’ ἃ σιγᾶσθαι χρεών·
- μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας
- πρήσειεν ἄν τις, καὶ πρὸς ἄντρ’ εἰπὼν ἕνα
- πύθοιντ’ ἂν ἀστοὶ πάντες ἃ κρύπτειν χρεών.
- ἐμοὶ γὰρ εἴη πτωχός, εἰ δὲ βούλεται
- πτωχοῦ κακίων, ὅστις ὢν εὔνους ἐμοὶ
- φόβον παρελθὼν τἀπὸ καρδίας ἐρεῖ.
- ἐπίσταμαι δὲ πάνθ’ ὅσ’ εὐγενῆ χρεών,
- σιγᾶν θ’ ὅπου δεῖ καὶ λέγειν ἵν’ ἀσφαλές,
- ὁρᾶν θ’ ἃ δεῖ με κοὐχ ὁρᾶν ἃ μὴ πρέπει,
- γαστρὸς κρατεῖν δέ· καὶ γὰρ ἐν κακοῖσιν ὢν
- ἐλευθέροισιν ἐμπεπαίδευμαι τρόποις.
- φειδώμεθ’ ἀνδρῶν εὐγενῶν, φειδώμεθα,
- κακοὺς δ’ ἀποπτύωμεν, ὥσπερ ἄξιοι.
- ἄνασσα, πολλοῖς ἔστιν ἀνθρώπων κακά,
- τοῖς δ’ ἄρτι λήγει, τοῖς δὲ κίνδυνος μολεῖν.
- κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς
- θνητῶν τε γενεᾷ· τῶν μὲν αὔξεται βίος,
- τῶν δὲ φθίνει τε καὶ θερίζεται πάλιν.
- πολλοί γε θνητῶν τῷ θράσει τὰς συμφορὰς
- ζητοῦσ’ ἀμαυροῦν κἀποκρύπτεσθαι κακά.
- κέκτησο δ’ ὀρθῶς ἂν ἔχῃς ἄνευ ψόγου,
- κἂν σμικρὰ σῴζου, τοὔνδικον σέβουσ’ ἀεί,
- μὴ δ’ ὡς κακὸς ναύκληρος εὖ πράξας ποτὲ
- ζητῶν τὰ πλείον’, εἶτα πάντ’ ἀπώλεσεν.
- γίγνωσκε τἀνθρώπεια μηδ’ ὑπερμέτρως
- ἄλγει· κακοῖς γὰρ οὐ σὺ πρόσκεισαι μόνη.
- βίᾳ νυν ἕλκετ’ ὦ κακοὶ τιμὰς βροτοί,
- καὶ κτᾶσθε πλοῦτον πάντοθεν θηρώμενοι,
- σύμμικτα μὴ δίκαια καὶ δίκαι’ ὁμοῦ·
- ἔπειτ’ ἀμᾶσθε τῶνδε δύστηνον θέρος.
- ὁρᾷς τυράννους διὰ μακρῶν ηὐξημένους,
- ὡς μικρὰ τὰ σφάλλοντα, καὶ μί’ ἡμέρα
- τὰ μὲν καθεῖλεν ὑψόθεν, τὰ δ’ ἦρ’ ἄνω.
- ὑπόπτερος δ’ ὁ πλοῦτος· οἷς γὰρ ἦν ποτε,
- ἐξ ἐλπίδων πίπτοντας ὑπτίους ὁρῶ.
- κοίλοις ἐν ἄντροις ἄλυχνος, ὥστε θήρ, μόνος
- πολλοὶ παρῆσαν, ἀλλ’ ἄπιστα Θεσσαλῶν
- . . δ’ ἄρα
- Φλεγύαντος υἱέ, δέσποτ’ Ἰξίων. .
- ὅστις γὰρ ἀστῶν πλέον ἔχειν πέφυκ’ ἀνήρ,
- [οὐδὲν φρονεῖ δίκαιον οὐδὲ βούλεται]
- φίλοις τ’ ἄμικτός ἐστι καὶ πάσῃ πόλει.
- τά τοι μέγιστα πάντ’ ἀπείργασται βροτοῖς
- τόλμ’ ὥστε νικᾶν· οὔτε γὰρ τυραννίδες
- χωρὶς πόνου γένοιντ’ ἂν οὔτ’ οἶκος μέγας.