Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. οὐκ ἔστι μητρὸς οὐδὲν ἥδιον τέκνοις·
  2. ἐρᾶτε μητρός, παῖδες, ὡς οὐκ ἔστ’ ἔρως
  3. τοιοῦτος ἄλλος ὅστις ἡδίων ἐρᾶν.
  1. θετῶν δὲ παίδων ποῦ κράτος; τὰ φύντα γὰρ
  2. κρείσσω νομίζειν τῶν δοκημάτων χρεών.
  1. τὰς χάριτις ὅστις εὐγενῶς χαρίζεται,
  2. ἥδιον ἐν βροτοῖσιν· οἳ δὲ δρῶσι μέν,
  3. χρόνῳ δὲ δρῶσι, δυσγενέστερον . .
  4. ἐγὼ δὲ δώσω παῖδα τὴν ἐμὴν κτανεῖν.
  5. λογίζομαι δὲ πολλά· πρῶτα μὲν πόλιν
  6. οὐκ ἄν τιν’ ἄλλην τῆσδε βελτίω λαβεῖν·
  7. ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν,
  8. αὐτόχθονες δ’ ἔφυμεν· αἱ δ’ ἄλλαι πόλεις
  9. πεσσῶν ὁμοίως διαφοραῖς ἐκτισμέναι
  10. ἄλλαι παρ’ ἄλλων εἰσὶν εἰσαγώγιμοι.
  11. ὅστις δ’ ἀπ’ ἄλλης πόλεος οἰκήσῃ πόλιν,
  12. ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς,
  13. λόγῳ πολίτης ἐστί, τοῖς δ’ ἔργοισιν οὔ.
  14. ἔπειτα τέκνα τοῦδ’ ἕκατι τίκτομεν,
  15. ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα.
  16. πόλεως δ’ ἀπάσης τοὔνομ’ ἕν, πολλοὶ δέ νιν
  17. ναίουσι· τούτους πῶς διαφθεῖραί με χρή,
  18. ἐξὸν προπάντων μίαν ὑπερδοῦναι θανεῖν;
  19. εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος
  20. τὸ μεῖζον, οὑνὸς οἶκος οὐ πλέον σθένει
  21. πταίσας ἀπάσης πόλεος οὐδ’ ἴσον φέρει.
  22. εἰ δ’ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν στάχυς
  23. ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ,
  24. οὐκ ἄν νιν ἐξέπεμπον εἰς μάχην δορός,
  25. θάνατον προταρβοῦσ’; ἀλλ’ ἔμοιγ’ εἴη τέκνα
  26. 〈ἃ〉 καὶ μάχοιτο καὶ μετ’ ἀνδράσιν πρέποι,
  27. μὴ σχήματ’ ἄλλως ἐν πόλει πεφυκότα.
  28. τὰ μητέρων δὲ δάκρυ’ ὅταν πέμπῃ τέκνα,
  29. πολλοὺς ἐθήλυν’ εἰς μάχην ὁρμωμένους.
  30. μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ
  31. ζῆν παῖδας εἵλοντ’ ἢ παρῄνεσαν κακά.
  32. καὶ μὴν θανόντες γ’ ἐν μάχῃ πολλῶν μέτα
  33. τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τ’ ἴσην·
  34. τἠμῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ
  35. πόλεως θανούσῃ τῆσδ’ ὑπερδοθήσεται.
  36. καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θ’ ὁμοσπόρω
  37. σώσει· τί τούτων οὐχὶ δέξασθαι καλόν;
  38. τὴν οὐκ ἐμὴν . . πλὴν φύσει δώσω κόρην
  39. θῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται
  40. πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι;
  41. οὐκ οὖν ἅπαντα τοὐπ’ ἐμοὶ σωθήσεται;
  42. ἄρξουσιν ἄλλοι, τήνδ’ ἐγὼ σώσω πόλιν.
  43. ἐκεῖνο δ’ οὗ 〈τὸ〉 πλεῖστον ἐν κοινῷ μέρος,
  44. οὐκ ἔσθ’ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ
  45. προγόνων παλαιὰ θέσμι’ ὅστις ἐκβαλεῖ·
  46. οὐδ’ ἀντ’ ἐλαίας χρυσέας τε Γοργόνος
  47. τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις
  48. Εὔμολπος οὐδὲ Θρῂξ ἀναστέψει λεὼς
  49. στεφάνοισι, Παλλὰς δ’ οὐδαμοῦ τιμήσεται.
  50. χρῆσθ’, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν,
  51. σῴζεσθε, νικᾶτ’· ἀντὶ γὰρ ψυχῆς μιᾶς
  52. οὐκ ἔσθ’ ὅπως οὐ τήνδ’ ἐγὼ σώσω πόλιν.
  53. ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε
  54. οὕτω φιλοῖεν ὡς ἐγώ· καὶ ῥᾳδίως
  55. οἰκοῖμεν ἄν σε κοὐδὲν ἂν πάσχοις κακόν.
  1. ἐγὼ δὲ τοὺς καλῶς τεθνηκότας
  2. ζῆν φημὶ μᾶλλον τοῦ βλέπειν τοὺς μὴ καλῶς.
  1. ὀρθῶς μ’ ἐπήρου· βούλομαι δὲ σοί, τέκνον,
  2. φρονεῖς γὰρ ἤδη κἀποσῴσαι’ ἂν πατρὸς
  3. γνώμας φράσαντος, ἢν θάνω, παραινέσαι
  4. κειμήλι’ ἐσθλὰ καὶ νέοισι χρήσιμα.
  5. βραχεῖ δὲ μύθῳ πολλὰ συλλαβὼν ἐρῶ.
  6. πρῶτον φρένας μὲν ἠπίους ἔχειν χρεών·
  7. τῷ πλουσίῳ τε τῷ τε μὴ διδοὺς μέρος
  8. ἴσον σεαυτὸν εὐσεβεῖν πᾶσιν δίδου.
  9. δυοῖν παρόντοιν πραγμάτοιν πρὸς θάτερον
  10. γνώμην προσάπτων τὴν ἐναντίαν μέθες.
  11. ἀδίκως δὲ μὴ κτῶ χρήματ’, ἢν βούλῃ πολὺν
  12. χρόνον μελάθροις ἐμμένειν· τὰ γὰρ κακῶς
  13. οἴκους ἐσελθόντ’ οὐκ ἔχει σωτηρίαν.
  14. ἔχειν δὲ πειρῶ· τοῦτο γὰρ τό τ’ εὐγενὲς
  15. καὶ τοὺς γάμους δίδωσι τοὺς πρώτους ἔχειν.
  16. ἐν τῷ πένεσθαι δ’ ἐστὶν ἥ τ’ ἀδοξία,
  17. κἂν ᾖ σοφός τις, ἥ τ’ ἀτιμία βίου.
  18. φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις
  19. κέκτησο· τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ
  20. τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης.
  21. ὁμιλίας δὲ τὰς γεραιτέρων φίλει,
  22. ἀκόλαστα δ’ ἤθη λαμπρὰ συγγελᾶν μόνον
  23. μίσει· βραχεῖα τέρψις ἡδονῆς κακῆς.
  24. ἐξουσίᾳ δὲ μήποτ’ ἐντρυφῶν, τέκνον,
  25. αἰσχροὺς ἔρωτας δημοτῶν διωκαθεῖν.
  26. ὃ καὶ σίδηρον ἀγχόνας τ’ ἐφέλκεται,
  27. χρηστῶν πενήτων ἤν τις αἰσχύνῃ τέκνα.
  28. καὶ τοὺς πονηροὺς μήποτ’ αὔξαν’ ἐν πόλει·
  29. κακοὶ γὰρ ἐμπλησθέντες ἢ νομίσματος
  30. ἢ πόλεος ἐμπεσόντες εἰς ἀρχήν τινα
  31. σκριτῶσιν, ἀδόκητ’ εὐτυχησάντων δόμων.
  32. ἀλλ’ ὦ τέκνον μοι δὸς χέρ’, ὡς θίγῃ πατήρ,
  33. καὶ χαῖρ’· ὑπ’ αἰδοῦς δ’ οὐ λίαν ἀσπάζομαι·
  34. γυναικόφρων γὰρ θυμὸς ἀνδρὸς οὐ σοφοῦ.
  1. εἷς μὲν λόγος μοι δεῦρ’ ἀεὶ περαίνεται.
  1. ἐκ τῶν πόνων τοι τἀγάθ’ αὔξεται βροτοῖς.
  2. [ὁ δ’ ἡδὺς αἰὼν ἡ κακή τ’ ἀνανδρία
  3. οὔτ’ οἶκον οὔτε πόλιν ἀνορθώσειεν ἄν.]
  1. αἰδοῦς δὲ καὐτὸς δυσκρίτως ἔχω πέρι·
  2. καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα.
  1. τοὐνθένδ’ ἀπίχθυς βαρβάρους οἰκεῖν δοκῶ
  1. ἐν ἀστρώτῳ πέδῳ
  2. εὕδουσι, πηγαῖς δ’ οὐχ ὑγραίνουσιν πόδας.
  1. μίασμα δρυός
  1. κείσθω δόρυ μοι μίτον ἀμφιπλέκειν ἀράχναις,
  2. μετὰ δ’ ἡσυχίας πολιῷ γήρᾳ συνοικοίην·
  3. ἀείδοιμι δὲ στεφάνοις κάρα πολιὸν στεφανώσας
  4. Θρηίκιον πέλταν πρὸς Ἀθάνας
  5. περικίοσιν ἀγκρεμάσας θαλάμοις
  6. δέλτων τ’ ἀναπτύσσοιμι γῆρυν
  7. ἂν σοφοὶ κλέονται.
  1. πέμπεις δ’ ἐς Ἅιδου ζῶντα κοὐ τεθνηκότα,
  2. καί μοι τὸ τέρθρον δῆλον εἰσπορεύομαι.
  1. οὐκ ἔστιν, ὦ γεραιέ, μὴ δείσῃς τάδε·
  2. τὰ Δαιδάλεια πάντα κινεῖσθαι δοκεῖ
  3. λέγειν τ’ ἀγάλμαθ’· ὧδ’ ἀνὴρ κεῖνος σοφός.