Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. νέος, πόνοις δέ γ’ οὐκ ἀγύμναστος φρένας.
  1. ἐγὼ νομίζω πατρὶ φίλτατον τέκνα
  2. παισίν τε τοὺς τεκόντας, οὐδὲ συμμάχους
  3. ἄλλους γενέσθαι φήμ’ ἂν ἐνδικωτέρους.
  1. εἷς γάρ τις ἔστι κοινὸς ἀνθρώποις νόμος
  2. καὶ θεοῖσι τοῦτο δόξαν, ὡς σαφῶς λέγω,
  3. θηρσίν τε πᾶσι, τέκνα τίκτουσιν φιλεῖν·
  4. τὰ δ’ ἄλλα χωρὶς χρώμεθ’ ἀλλήλων νόμοις.
  1. εἰ δ’ ἦσθα μὴ κάκιστος, οὔποτ’ ἂν πάτραν
  2. τὴν σὴν ἀτίζων τήνδ’ ἂν ηὐλόγεις πόλιν·
  3. ὡς ἔν γ’ ἐμοὶ κρίνοιτ’ ἂν οὐ καλῶς φρονεῖν
  4. ὅστις πατρῴας γῆς ἀτιμάζων ὅρους
  5. ἄλλην ἐπαινεῖ καὶ τρόποισιν ἥδεται.
  1. ἁζοίμην
  1. Αἰθιοπίαν νιν ἐξέσῳσ’ ἐπὶ χθόνα
  1. καί μοι, πολὺν γὰρ πέλανον ἐκπέμπεις δόμων,
  2. φράσον σελήνας τάσδε πυρίνου χλόης
  1. ὀλολύζετ’, ὦ γυναῖκες, ὡς ἔλθῃ θεὰ
  2. χρυσῆν ἔχουσα Γοργόν’ ἐπίκουρος πόλει.
  1. ὡς σὺν θεοῖσι τοὺς σοφοὺς κινεῖν δόρυ
  2. στρατηλάτας χρή, τῶν θεῶν δὲ μὴ βίᾳ.
  1. οὐδεὶς στρατεύσας ἄδικα σῶς ἦλθεν πάλιν.
  1. τὰς οὐσίας γὰρ μᾶλλον ἢ τὰς ἁρπαγὰς
  2. τιμᾶν δίκαιον· οὔτε γὰρ πλοῦτός ποτε
  3. βέβαιος ἄδικος
  1. ναῦς ἡ μεγίστη κρεῖσσον ἢ μικρὸν σκάφος.
  1. ὀλίγους ἐπαινῶ μᾶλλον ἢ πολλοὺς κακούς.
  1. ζεῦγος τριπάρθενον