Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- πᾶς δ’ ἐξεθέρισεν ὥστε πύρινον 〈στάχυν〉
- σπάθῃ κολούων φασγάνου μελανδέτου.
- ἢ κύαθον ἢ χαλκήλατον
- ἡθμὸν προσίσχων τοῖσδε τοῖς ὑπωπίοις
- πιστὸν μὲν οὖν εἶναι χρὴ τὸν διάκονον
- τοιοῦτον εἶναι καὶ στέγειν τὰ δεσποτῶν.
- οὐκ οἶδ’ ὅτῳ χρὴ κανόνι τὰς βροτῶν τύχας
- ὀρθῶς σταθμήσαντ’ εἰδέναι τὸ δραστέον.
- μάτην δὲ θνητοὶ τοὺς νόθους φεύγουσ’ ἄρα
- παῖδας φυτεύειν· ὃς γὰρ ἂν χρηστὸς φύῃ,
- οὐ τοὔνομ’ αὐτοῦ τὴν φύσιν διαφθερεῖ.
- νῦν δ’ ἤν τις οἴκων πλουσίαν ἔχῃ φάτνην,
- πρῶτος γέγραπται τῶν τ’ ἀμεινόνων κρατεῖ·
- τὰ δ’ ἔργ’ ἐλάσσω χρημάτων νομίζομεν.
- σκύφος τε μακρός
- Ταρτάρειος
- σχεδὸν παρ’ αὐτοῖς κρασπέδοις Εὐρωπίας
- ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις,
- μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια.
- κύκλος τις ὡς τόρνοισιν ἐκμετρούμενος,
- οὗτος δ’ ἔχει σημεῖον ἐν μέσῳ σαφές·
- τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο,
- ταύτας διείργει δ’ ἐν μέσαις ἄλλη μία·
- τρίτον δὲ βόστρυχός τις ὥς εἱλιγμένος·
- τὸ δ’ αὖ τέταρτον ἢ μὲν εἰς ὀρθὸν μία,
- λοξαὶ δ’ ἐπ’ αὐτῆς τρεῖς κατεστηριγμέναι
- εἰσίν· τὸ πέμπτον δ’ οὐκ ἐν εὐμαρεῖ φράσαι·
- γραμμαὶ γάρ εἰσιν ἐκ διεστώτων δύο,
- αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν·
- τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές.
- τοία Στυγός σε μελανοκάρδιος πέτρα
- Ἀχερόντιός τε σκοπελὸς αἱματοσταγὴς
- φρουροῦσι Κωκυτοῦ τε περίδρομοι κύνες
- Ἔχιδνά θ’ ἑκατογκέφαλος, ἢ τὰ σπλάγχνα σου
- διασπαράξει, πλευμόνων τ’ ἀνθάψεται
- Ταρτησσία μύραινα· τὼ νεφρὼ δέ σου
- αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω
- διασπάσονται Γοργόνες Τειθράσιαι.
- κάρα τε γάρ σου συγχέω κόμαις ὁμοῦ,
- ῥανῶ τε πεδόσ’ ἐγκέφαλον· ὀμμάτων δ’ ἄπο
- αἱμοσταγῆ πρηστῆρε ῥεύσονται κάτω.
- τί με δῆτ’, ὦ μελέα μᾶτερ, ἔτικτες;
- ἀνόνητον ἄγαλμ’, ὦ πάτερ, οἴκοισι τεκών