Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἀρ’ οἶσθ’ ὁθούνεχ’ οἱ μὲν εὐγενεῖς βροτῶν
  2. πένητες ὄντες οὐδὲν ἀλφάνουσ’ ἔτι,
  3. οἳ δ’ οὐδὲν ἦσαν πρόσθεν, ὄλβιοι δὲ νῦν,
  4. δόξαν φέρονται τοῦ νομίσματος χάριν
  5. καὶ συμπλέκοντες σπέρμα καὶ γάμους τέκνων;
  6. δοῦναι δὲ πᾶς τις μᾶλλον ὀλβίῳ κακῷ
  7. πρόθυμός ἐστιν ἢ πένητι κἀγαθῷ.
  8. κακὸς δ’ ὁ μὴ ἔχων, οἱ δ’ ἔχοντες ὄλβιοι.
  1. φιλοῦσι γάρ τοι τῶν μὲν ὀλβίων βροτοὶ
  2. σοφοὺς τίθεσθαι τοὺς λόγους, ὅταν δέ τις
  3. λειτῶν ἀπ’ οἴκων εὖ λέγῃ πένης ἀνήρ,
  4. γελᾶν· ἐγὼ δὲ πολλάκις σοφωτέρους
  5. πένητας ἄνδρας εἰσορῶ τῶν πλουσίων
  6. καὶ 〈τοὺς〉 θεοῖσι μικρὰ θύοντας τέλη
  7. τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους.
  1. ὅστις δόμους μὲν ἥδεται πληρουμένους,
  2. γαστρὸς δ’ ἀφαιρῶν σῶμα δύστηνος κακοῖ,
  3. τοῦτον νομίζω κἂν θεῶν συλᾶν βρέτη
  4. τοῖς φιλτάτοις τε πολέμιον πεφυκέναι.
  1. φεῦ, τοῖσι γενναίοισιν ὡς ἁπανταχοῦ
  2. πρέπει χαρακτὴρ χρηστὸς εἰς εὐψυχίαν.
  1. ἐς ταὐτὸν ἥκειν φημὶ ταῖς βροτῶν τύχαις
  2. τόνδ’ ὃν καλοῦσιν αἰθέρ’, ᾧ τάδ’ ἔστι δή.
  3. οὗτος θέρους τε λαμπρὸν ἐκπέμπει σέλας,
  4. χειμῶνά τ’ αὔξει συντιθεὶς πυκνὸν νέφος,
  5. θάλλειν τε καὶ μή, ζῆν τε καὶ φθίνειν ποεῖ·
  6. οὕτω δὲ θνητῶν σπέρμα τῶν μὲν εὐτυχεῖ
  7. λαμπρᾷ γαλήνῃ, τῶν δὲ συννέφει πάλιν,
  8. ζῶσίν τε σὺν κακοῖσιν, οἳ δ’ ὄλβου μέτα
  9. φθίνουσ’ ἐτείοις προσφερεῖς μεταλλαγαῖς.
  1. φίλος γὰρ ἦν μοι, καί μ’ ἔρως ἕλοι ποτὲ
  2. οὐκ εἰς τὸ μῶρον οὐδέ μ’ εἰς Κύπριν τρέπων.
  1. δοκεῖς τὸν Ἅιδην σῶν τι φροντίζειν γόων
  2. καὶ παῖδ’ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν;
  3. παῦσαι· βλέπουσα δ’ εἰς τὰ τῶν πέλας κακὰ
  4. ῥᾴων γένοι’ ἄν, εἰ λογίζεσθαι θέλοις
  5. ὅσοι τε δεσμοῖς ἐκμεμόχθηνται βροτῶν
  6. ὅσοι τε γηράσκουσιν ὀρφανοὶ τέκνων,
  7. τοὺς δ’ ἐκ μέγιστον ὀλβίας τυραννίδος
  8. τὸ μηδὲν ὄντας· ταῦτά σε σκοπεῖν χρεών.
  1. φεῦ φεῦ, παλαιὸς αἶνος ὡς καλῶς ἔχει·
  2. οὐκ ἂν γένοιτο χρηστὸς ἐκ κακοῦ πατρός.
  1. πολλοῖς παρέστην κἀφθόνησα δὴ βροτῶν
  2. ὅστις κακοῖσιν ἐσθλὸς ὢν ὅμοιος ᾖ,
  3. λόγων ματαίων εἰς ἅμιλλαν ἐξιών.
  4. τὸ δ’ ἦν ἄρ’ οὐκ ἀκουστὸν οὐδ’ ἀνασχετόν,
  5. σιγᾶν κλύοντα δεινὰ πρὸς κακιόνων.
  1. τυραννικόν τοι πόλλ’ ἐπίστασθαι λέγειν.
  1. εἰς δ’ εὐγένειαν ὀλίγ’ ἔχω φράσαι καλά·
  2. ὁ μὲν γὰρ ἐσθλὸς εὐγενὴς ἔμοιγ’ ἀνήρ,
  3. ὁ δ’ οὐ δίκαιος κἂν ἀμείνονος πατρὸς
  4. Ζηνὸς πεφύκῃ, δυσγενὴς εἶναι δοκεῖ.
  1. μὴ νεῖκος, ὦ γεραιέ, κοιράνοις τίθου·
  2. σέβειν δὲ τοὺς κρατοῦντας ἀρχαῖος νόμος.
  1. ὄντων δὲ παίδων καὶ πεφυκότος γένους
  2. καινοὺς φυτεῦσαι παῖδας ἐν δόμοις θέλεις,
  3. ἔχθραν μεγίστην σοῖσι συμβάλλων τέκνοις.
  1. πατέρα τε παισὶν ἡδέως συνεκφέρειν
  2. φίλους ἔρωτας ἐκβαλόντ’ αὐθαδίαν,
  3. παῖδάς τε πατρί· καὶ γὰρ οὐκ αὐθαίρετοι
  4. βροτοῖς ἔρωτες οὐδ’ ἑκουσία νόσος.
  5. σκαιόν τι δὴ τὸ χρῆμα γίγνεσθαι φιλεῖ,
  6. θεῶν ἀνάγκας ὅστις ἰᾶσθαι θέλει.
  1. Κύπρις γὰρ οὐδὲν νουθετουμένη χαλᾷ,
  2. ἤν τ’ αὗ βιάζῃ, μᾶλλον ἐντείνειν φιλεῖ,
  3. κἄπειτα τίκτει πόλεμον· εἰς δ’ ἀνάστασιν
  4. δόμων περαίνει πολλάκις τὰ τοιάδε.
  1. μή μοί ποτ’ εἴη χρημάτων νικωμένῳ
  2. κακῷ γενέσθαι, μηδ’ ὁμιλοίην κακοῖς.
  1. . .τί μ’ ἄρτι πημάτων λελησμένην
  2. ὀρθοῖς;
  1. θάρσει· τό τοι δίκαιον ἰσχύει μέγα.
  1. νέος, πόνοις δέ γ’ οὐκ ἀγύμναστος φρένας.
  1. ἐγὼ νομίζω πατρὶ φίλτατον τέκνα
  2. παισίν τε τοὺς τεκόντας, οὐδὲ συμμάχους
  3. ἄλλους γενέσθαι φήμ’ ἂν ἐνδικωτέρους.