Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἄγ’, ὦ φίλον μοι Πηγάσου πτερόν. .
  1. ἴθι χρυσοχάλιν’ αἴρων πτέρυγας
  1. πάρες, ὦ σκιερὰ φυλλάς, ὑπερβῶ·
  2. κρηναῖα νάπη· τὸν ὑπὲρ κεφαλῆς
  3. αἰθέρ’ ἰδέσθαι σπεύδω, τίν’ ἔχει
  4. στάσιν Εἰνοδία.
  1. ἔπτησσ’ ὑπείκων μᾶλλον, εἰ μᾶλλον θέλοι
  1. κομίζετ’ εἴσω τόνδε τὸν δυσδαίμονα.
  1. ἦσθ’ εἰς θεοὺς μὲν εὐσεβής, ὅτ’ ἦσθ’, ἀεὶ
  2. ξένοις τ’ ἐπήρκεις οὐδ’ ἔκαμνες εἰς φίλους.
  1. ὑφ’ ἅρματ’ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
  1. δούλῳ γὰρ οὐχ οἷόν τε τἀληθῆ λέγειν,
  2. εἰ δεσπόταισι μὴ πρέποντα τυγχάνοι.
  1. ἁγνίσαι
  1. ἀτρεκήσασα
  1. γύναι, καλὸν μὲν φέγγος ἡλίου τόδε,
  2. καλὸν δὲ πόντου χεῦμ’ ἰδεῖν εὐήνεμον,
  3. γῆ τ’ ἠρινὸν θάλλουσα πλούσιόν θ’ ὕδωρ,
  4. πολλῶν τ’ ἔπαινον ἔστι μοι λέξαι καλῶν·
  5. ἀλλ’ οὐδὲν οὕτω λαμπρὸν οὐδ’ ἰδεῖν καλὸν
  6. ὡς τοῖς ἄπαισι καὶ πόθῳ δεδηγμένοις
  7. παίδων νεογνῶν ἐν δόμοις ἰδεῖν θάλος.
  1. καὶ νῦν παραινῶ πᾶσι τοῖς νεωτέροις
  2. μὴ πρὸς τὸ γῆρας ἀναβολὰς ποιουμένους
  3. σχολῇ τεκνοῦσθαι παῖδας· οὐ γὰρ ἡδονή,
  4. γυναικί τ’ ἐχθρὸν χρῆμα πρεσβύτης ἀνήρ·
  5. ἀλλ’ ὡς τάχιστα. καὶ γὰρ ἐκτροφαὶ καλαὶ
  6. καὶ συννεάζων ἡδὺ παῖς νέῳ πατρί.
  1. γυνὴ γὰρ ἐξελθοῦσα πατρῴων δόμων
  2. οὐ τῶν τεκόντων ἐστίν, ἀλλὰ τοῦ λέχους·
  3. τὸ δ’ ἄρσεν ἕστηκ’ ἐν δόμοις ἀεὶ γένος
  4. θεῶν πατρῴων καὶ τάφων τιμάορον.
  1. συμμαρτυρῶ σοι· πανταχοῦ λελείμμεθα
  2. πᾶσαι γυναῖκες ἀρσένων ἀεὶ δίχα.
  1. οὐκ ἔστιν οὔτε τεῖχος οὔτε χρήματα
  2. οὔτ’ ἄλλο δυσφύλακτον οὐδὲν ὡς γυνή.
  1. ἦν γάρ τις αἶνος, ὡς γυναιξὶ μὲν τέχναι
  2. μέλουσι, λόγχῃ δ’ ἄνδρες εὐστοχώτεροι.
  3. εἰ γὰρ δόλοισιν ἦν τὸ νικητήριον,
  4. ἡμεῖς ἂν ἀνδρῶν εἴχομεν τυραννίδα.
  1. ἔρως γὰρ ἀργὸν κἀπὶ τοιούτοις ἔφυ·
  2. φιλεῖ κάτοπτρα καὶ κόμης ξανθίσματα,
  3. φεύγει δὲ μόχθους. ἓν δέ μοι τεκμήριον·
  4. οὐδεὶς προσαιτῶν βίοτον ἠράσθη βροτῶν,
  5. ἐν τοῖς δ’ ἔχουσιν ἡβητὴς πέφυχ’ ὅδε.
  1. τάχ’ ἂν πρὸς ἀγκάλαισι καὶ στέρνοις ἐμοῖς
  2. πηδῶν ἀθύροι καὶ φιλημάτων ὄχλῳ
  3. ψυχὴν ἐμὴν κτήσαιτο· ταῦτα γὰρ βροτοῖς
  4. φίλτρον μέγιστον, αἱ ξυνουσίαι, πάτερ.
  1. ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς,
  2. ὡς οὔτε μήτηρ ἡδονὰς τοίας ἔχει,
  3. οὐ παῖδες ἀνθρώποισιν, οὐ φίλος πατήρ,
  4. οἵας σὺ χοὶ σὲ δώμασιν κεκτημένοι.
  5. εἰ δ’ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ,
  6. οὐ θαῦμ’ ἔρωτας μυρίους αὐτὴν τρέφειν.
  1. κρείσσων γὰρ οὔτις χρημάτων πέφυκ’ ἀνήρ,
  2. πλὴν εἴ τις· ὅστις δ’ οὗτός ἐστιν οὐχ ὁρῶ.