Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ἆρ’ ἔτυμον φάτιν ἔγνων,
- Αἴολε, σ’ εὐνάζειν τέκνα φίλτατα;
- δοξάσαι ἔστι, κόραι· τὸ δ’ ἐτήτυμον οὐκ ἔχω εἰπεῖν.
- τί δ’ αἰσχρὸν ἢν μὴ τοῖσι χρωμένοις δοκῇ;
- μὴ πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν,
- ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο.
- δοκεῖτ’ ἂν οἰκεῖν γαῖαν, εἰ πένης ἅπας
- λαὸς πολιτεύοιτο πλουσίων ἄτερ;
- οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,
- ἀλλ’ ἔστι τις σύγκρασις, ὥστ’ ἔχειν καλῶς.
- ἃ μὴ γὰρ ἔστι τῷ πένητι πλούσιος
- δίδωσ’· ἃ δ’ οἱ πλουτοῦντες οὐ κεκτήμεθα,
- τοῖσιν πένησι χρώμενοι τιμώμεθα.
- τὴν δ’ εὐγένειαν πρὸς θεῶν μή μοι λέγε,
- ἐν χρήμασιν τόδ’ ἐστί, μὴ γαυροῦ, πάτερ·
- κύκλῳ γὰρ ἕρπει· τῷ μὲν ἔσθ’, ὃ δ’ οὐκ ἔχει·
- κοινοῖσι δ’ αὐτοῖς χρώμεθ’· ᾧ δ’ ἂν ἐν δόμοις
- χρόνον συνοικῇ πλεῖστον, οὗτος εὐγενής.
- ἀλλ’ ἢ τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ,
- ἥ τ’ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται.
- κακὸν γυναῖκα πρὸς νέαν ζεῦξαι νέον·
- μακρὰ γὰρ ἰσχὺς μᾶλλον ἀρσένων μένει,
- θήλεια δ’ ἥβη θᾶσσον ἐκλείπει δέμας.
- φεῦ φεῦ, παλαιὸς αἶνος ὡς καλῶς ἔχει·
- γέροντες οὐδέν ἐσμεν ἄλλο πλὴν ψόφος
- καὶ σχῆμ’, ὀνείρων δ’ ἕρπομεν μιμήματα·
- νοῦς δ’ οὐκ ἔνεστιν, οἰόμεσθα δ’ εὖ φρονεῖν.
- τῇ δ’ Ἀφροδίτῃ πόλλ’ ἔνεστι ποικίλα·
- τέρπει τε γὰρ μάλιστα καὶ λυπεῖ βροτούς.
- τύχοιμι δ’ αὐτῆς ἡνίκ’ ἐστὶν εὐμενής.
- ἡ βραχύ τοι σθένος ἀνέρος· ἀλλὰ
- ποικιλίᾳ πραπίδων
- δεινὰ μὲν φῦλα πόντου
- χθονίων τ’ ἀερίων τε
- δάμναται παιδεύματα.
- παῖδες, σοφοῦ πρὸς ἀνδρὸς ὅστις ἐν βραχεῖ
- πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.
- σιγᾶν φρονοῦντα κρείσσον’ εἰς ὁμιλίαν
- πεσόντα· τούτῳ δ’ ἀνδρὶ μήτ’ εἴην φίλος
- μήτε ξυνείην, ὅστις αὐτάρκη φρονεῖν
- πέποιθε δούλους τοὺς φίλους ἡγούμενος.
- ἀλλ ὅμως
- οἰκτρός τις αἰὼν πατρίδος ἐκλιπεῖν ὅρους.