Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- φησίν τις εἶναι δῆτ’ ἐν οὐρανῷ θεούς;
- οὐκ εἰσίν, οὐκ εἶσ’, εἴ τις ἀνθρώπων θέλει
- μὴ τῷ παλαιῷ μῶρος ὢν χρῆσθαι λόγῳ.
- σκέψασθε δ’ αὐτοί, μὴ ἐπὶ τοῖς ἐμοῖς λόγοις
- γνώμην ἔχοντες. φήμ’ ἐγὼ τυραννίδα
- κτείνειν τε πλείστους κτημάτων τ’ ἀποστερεῖν
- ὅρκους τε παραβαίνοντας ἐκπορθεῖν πόλεις·
- καὶ ταῦτα δρῶντες μᾶλλόν εἰσ’ εὐδαίμονες
- τῶν εὐσεβούντων ἡσυχῇ καθ’ ἡμέραν.
- πόλεις τε μικρὰς οἶδα τιμώσας θεούς,
- αἳ μειζόνων κλύουσι δυσσεβεστέρων
- λόγχης ἀριθμῷ πλείονος κρατούμεναι.
- οἶμαι δ’ ἂν ὑμᾶς, εἴ τις ἀργὸς ὢν θεοῖς
- εὔχοιτο καὶ μὴ χειρὶ συλλέγοι βίον,
- τὰ θεῖα πυργοῦσιν αἱ κακαί τε συμφοραί.
- τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι χρεών·
- μέλει γὰρ αὐτοῖς οὐδέν· ἀλλ’ οὑντυγχάνων
- τὰ πράγματ’ ὀρθῶς ἢν τιθῇ, πράσσει καλῶς.
- δόλοι δὲ καὶ σκοτεινὰ μηχανήματα
- χρείας ἀνάνδρου φάρμαχ’ ηὕρηται βροτοῖς.
- νείκη γὰρ ἀνδρῶν φόνια καὶ μάχας χρεὼν
- δόλοισι κλέπτειν· τῆς δ’ ἀληθείας ὁδὸς
- φαύλη τίς ἐστι· ψεύδεσιν δ’ Ἄρης φίλος.
- ἀεὶ γὰρ ἄνδρα σκαιὸν ἰσχυρὸν φύσει
- ἧσσον δέδοικα τἀσθενοῦς τε καὶ σοφοῦ.
- ὦ παῖ, νέων τοι δρᾶν μὲν ἔντονοι χέρες,
- γνῶμαι δ’ ἀμείνους εἰσὶ τῶν γεραιτέρων·
- ὁ γὰρ χρόνος δίδαγμα ποικιλώτατον.
- πρὸς τὴν νόσον τοι καὶ τὸν ἰατρὸν χρεὼν
- ἰδόντ’ ἀκεῖσθαι, μὴ ἐπιτὰξ τὰ φάρμακα
- διδόντ’, ἐάν μὴ ταῦτα τῇ νόσῳ πρέπῃ.
- νόσοι δὲ θνητῶν αἵ μέν εἰσ’ αὐθαίρετοι,
- αἳ δ’ ἐκ θεῶν πάρεισιν, ἀλλὰ τῷ νόμῳ
- ἰώμεθ’ αὐτάς. ἀλλά σοι λέξαι θέλω,
- εἰ θεοί τι δρῶσιν αἰσχρόν, οὐκ εἰσὶν θεοί.
- τιμή σ’ ἐπαίρει τῶν πέλας μεῖζον φρονεῖν.
- θνήσκοιμ’ ἄν· οὐ γὰρ ἄξιον λεύσσειν φάος
- κακοὺς ὁρῶντας ἐκδίκως τιμωμένους.
- φθονοῦσιν αὐτοὶ χείρονες πεφυκότες·
- εἰς τἀπίσημα δ’ ὁ φθόνος πηδᾶν φιλεῖ.
- ἤδη γὰρ εἶδον καὶ δίκης παραστάτας
- ἐσθλοὺς πονηρῷ τῷ φθόνῳ νικωμένους.
- ἀνὴρ δὲ χρηστὸς χρηστὸν οὐ μισεῖ ποτε,
- κακὸς κακῷ δὲ συντέτηκεν ἡδονῇ·
- φιλεῖ δὲ θοὑμόφυλον ἀνθρώπους ἄγειν.
- ὡς ἔμφυτος μὲν πᾶσιν ἀνθρώποις κάκη·
- ὅστις δὲ πλεῖστον μισθὸν εἰς χεῖρας λαβὼν
- κακὸς γένηται, τῷδε συγγνώμη μὲν οὔ,
- πλείω δὲ μισθὸν μείζονος τόλμης ἔχων
- τὸν τῶν ψεγόντων ῥᾷον ἂν φέροι λόγον.
- οὐκ ἂν γένοιτο τραῦμ’, ἐάν τις ἐγξέσῃ
- θάμνοις ἑλείοις, οὐδ’ ἂν ἐκ μητρὸς κακῆς
- ἐσθλοὶ γένοιντο παῖδες εἰς ἀλκὴν δορός.
- πρὸς τὴν ἀνάγκην πάντα τἄλλ’ ἔστ’ ἀσθενῆ.
- οἴμοι· τί δ’ οἴμοι; θνητά τοι πεπόνθαμεν.
- ὁρᾷς δ’ ἀέλπτους μυρίων ἀναστροφάς·
- πολλοὶ μὲν οἶδμα διέφυγον θαλάσσιον,
- πολλοὶ δὲ λόγχαις πολεμίων ἀμείνονες
- ἥσσους γεγῶτες κρείσσον’ ἦλθον εἰς τύχην.
- θάρσος δὲ πρὸς τὰς συμφορὰς μέγα σθένει.
- οὐδέποτ’ εὐτυχίαν κακοῦ ἀνδρὸς ὑπέρφρονά τ’ ὄλβον
- βέβαιον εἰκάσαι χρεών,
- οὐδ’ ἀδίκων γενεάν· ὁ γὰρ οὐδενὸς ἐκφὺς
- χρόνος δικαίους ἐπάγων κανόνας
- δείκνυσιν ἀνθρώπων κακότητας ἐμοί.
- ποῦ δή τὸ σαφὲς θνατοῖσι βιοτᾶς;
- θοαῖσι μὲν ναυσὶ πόρον πνοαὶ κατὰ βένθος ἅλιον
- ἰθύνουσι· τύχας δὲ θνητῶν
- τὸ μὲν μέγ’ εἰς οὐδὲν ὁ πολὺς χρόνος
- μεθίστησι, τὸ δὲ μεῖον αὔξων
- καὶ ξεστὸν ὄχθον Δαναϊδῶν ἑδρασμάτων
- στὰς ἐν μέσοισιν εἶπε κηρύκων . .