Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. σκῦλα μὲν βροτοφθόρα
  2. χαίρεις ὁρῶσα καὶ νεκρῶν ἐρείπια,
  3. κοὐ μυσαρά σοι ταῦτ’ ἐστίν· εἰ δ’ ἐγὼ ἔτεκον,
  4. δεινὸν τόδ’ ἡγῇ;
  1. δεινὴ πόλις νοσοῦσ’ ἀνευρίσκειν κακά.
  1. καὶ βουθυτεῖν γὰρ ἠξίους ἐμὴν χάριν.
  1. Ἔρωτα δ’ ὅστις μὴ θεὸν κρίνει μέγαν
  2. καὶ τῶν ἀπάντων δαιμόνων ὑπέρτατον,
  3. ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν
  4. οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν.
  1. οὐ τῶν κακούργων οἶκτος ἀλλὰ τῆς δίκης.
  1. πτηνὰς διώκεις, ὦ τέκνον, τὰς ἐλπίδας.
  2. οὐχ ἡ τύχη γε· τῆς τύχης δ’ οὐχ εἷς τρόπος.
  1. τίς δ’ οὐχὶ χαίρει νηπίοις ἀθύρμασιν;
  1. πᾶσιν γὰρ ἀνθρώποισιν, οὐχ ἡμῖν μόνον,
  2. ἢ καὶ παραυτίκ’ ἢ χρόνῳ δαίμων βίον
  3. ἔσφηλε, κοὐδεὶς διὰ τέλους εὐδαιμονεῖ.
  1. τὸ γὰρ ἐπιεικὲς ὠφελεῖ τὰς ξυμφοράς.
  1. κακῶς δ’ ὄλοιντο πάντες οἳ τυραννίδι
  2. χαίρουσιν ὀλίγῃ τ’ ἐν πόλει μοναρχίᾳ·
  3. τοὐλεύθερον γὰρ ὄνομα παντὸς ἄξιον,
  4. κἂν σμίκρ’ ἔχῃ τις, μεγάλ’ ἔχειν νομιζέτω.
  1. γυναῖκές ἐσμεν· τὰ μὲν ὄκνῳ νικώμεθα,
  2. τὰ δ’ οὐκ ἂν ἡμῶν θράσος ὑπερβάλοιτό τις.
  1. ποῖ; πῶς δὲ λήσει; τίς δὲ νῶν πιστὸς φίλος;
  2. ζητῶμεν· ἡ δόκησις ἀνθρώποις κακόν,
  3. καὶ τοὐπιχειρεῖν γ’ ἐξαμαρτάνειν φιλεῖ.
  1. κέρας ὄρθιον
  1. ἀπενήσω
  1. διέφθειρε
  1. φιλοτραφής
  1. κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα
  2. οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους·
  3. οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ
  4. οὔτ’ ἂν δύναιντο· πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ
  5. γνάθου τε δοῦλος νηδύος θ’ ἡσσημένος
  6. κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός;
  7. οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις
  8. οἷοί τ’ · ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ
  9. σκληρῶς μεταλλάσσουσιν εἰς τἀμήχανον.
  10. λαμπροὶ δ’ ἐν ἥβῃ καὶ πόλεως ἀγάλματα
  11. φοιτῶσ’· ὅταν δὲ προσπέσῃ γῆρας πικρόν,
  12. τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας.
  13. ἐμεμψάμην δὲ καὶ τὸν Ἐλλήνων νόμον,
  14. οἳ τῶνδ’ ἕκατι σύλλογον ποιούμενοι
  15. τιμῶσ’ ἀχρείους ἡδονὰς δαιτὸς χάριν.
  16. τίς γὰρ παλαίσας εὖ, τίς ὠκύπους ἀνὴρ
  17. ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς
  18. πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών;
  19. πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν
  20. δίσκους ἔχοντες ἢ δι’ ἀσπίδων χερὶ
  21. θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας;
  22. οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας
  23. στάς. ἄνδρας χρὴ σοφούς τε κἀγαθοὺς
  24. φύλλοις στέφεσθαι, χὥστις ἡγεῖται πόλει
  25. κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ,
  26. ὅστις τε μύθοις ἔργ’ ἀπαλλάσσει κακὰ
  27. μάχας τ’ ἀφαιρῶν καὶ στάσεις· τοιαῦτα γὰρ
  28. πόλει τε πάσῃ πᾶσί θ’ Ἕλλησιν καλά.
  1. τοὺς ὄνους τοὺς λαρκαγωγοὺς ἐξ ὄρους οἴσειν ξύλα
  1. σχοινίνας γὰρ ἵπποισι φλοίνας ἡνίας πλέκει.
  1. ἐγὼ τὸ μὲν δὴ πανταχοῦ θρυλούμενον
  2. κράτιστον εἶναι φημὶ μὴ φῦναι βροτῷ·
  3. τρισσῶν δὲ μοιρῶν ἐγκρινῶ νικᾶν μίαν,
  4. πλούτου τε χὥτῳ σπέρμα γενναῖον προσῇ
  5. πενίας τ’· ἀριθμὸν γὰρ τοσόνδε προυθέμην.
  6. ὁ μὲν ζάπλουτος, εἰς γένος δ’ οὐκ εὐτυχής,
  7. ἀλγεῖ μὲν ἀλγεῖ, παγκάλως δ’ ἀλγύνεται
  8. ὄλβου διοίγων θάλαμον ἥδιστον χερί.
  9. ἔξω δὲ βαίνων τοῦδε τὸν πάρος χρόνον
  10. πλουτῶν ὑπ’ ἄτης ζεῦγλαν ἀσχάλλει πεσών.
  11. ὅστις δὲ γαῦρον σπέρμα γενναῖόν τ’ ἔχων
  12. βίου σπανίζει, τῷ γένει μὲν εὐτυχεῖ,
  13. πενίᾳ δ’ ἐλάσσων ἐστίν, ἐν δ’ ἀλγύνεται
  14. φρονῶν, ὑπ’ αἰδοῦς δ’ ἔργ’ ἀπωθεῖται χερῶν.
  15. ὁ δ’ οὐδὲν οὐδείς, διὰ τέλους δὲ δυστυχῶν
  16. τοσῷδε νικᾷ· τοῦ γὰρ εὖ τητώμενος
  17. οὐκ οἶδεν, ἀεὶ δυστυχῶν κακῶς τ’ ἔχων.
  18. οὕτως ἄριστον μὴ πεπειρᾶσθαι καλῶν.
  19. ἐκεῖνο γὰρ μεμνήμεθ’ · οἷος ἦν ποτε
  20. κἀγὼ μετ’ ἀνδρῶν ἡνίκ’ ηὐτύχουν βίῳ