Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. νεανίας τε καὶ πένης σοφός θ’ ἅμα·
  2. ταῦτ’ εἰς ἓν ἐλθόντ’ ἄξι’ ἐνθυμήσεως.
  1. τί δ’ οὐκ ἂν εἴη χρηστὸς ὄλβιος γεγώς;
  1. οὐκ ἔστι πενίας ἱερὸν αἰσχίστης θεοῦ.
  2. μισῶ γὰρ ὄντως οἵτινες φρονοῦσι μέν,
  3. φρονοῦσι δ’ οὐδὲν ὥς γε χρημάτων ὕπερ.
  1. μὴ πλούσιον θῇς· ἐνδεέστερος γὰρ ὢν
  2. ταπεινὸς ἔσται· κεῖνο δ’ ἰσχύει μέγα,
  3. πλοῦτος λαβών 〈τε〉 τοῦτον εὐγενὴς ἀνήρ.
  1. τυραννίδ’ ἥ θεῶν δευτέρα νομίζεται·
  2. τὸ μὴ θανεῖν γὰρ οὐκ ἔχει, τὰ δ’ ἄλλ’ ἔχει.
  1. κρείσσω γὰρ οὔτε δοῦλον οὔτ’ ἐλεύθερον
  2. τρέφειν ἐν οἴκοις ἀσφαλὲς τοῖς σώφροσιν.
  1. ἐκ τῶν δικαίων γὰρ νόμοι τ’ αὐξήματα
  2. μεγάλα φέρουσι πάντα δ’ ἀνθρώποις. .
  3. τάδ’ ἐστὶ χρήματ’, ἤν τις εὐσεβῇ θεόν.
  1. ἀπλοῦς ὁ μῦθος, μὴ λέγ’ εὖ· τὸ γὰρ λέγειν
  2. εὖ δεινόν ἐστιν, εἰ φέρει τινα βλάβην.
  1. πόλλ’, ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοί.
  2. τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς.
  1. δοκεῖς τὰ τῶν θεῶν ξυνετὰ νικήσειν ποτὲ
  2. καὶ τὴν Δίκην που μάκρ’ ἀπῳκίσθαι βροτῶν·
  3. ἢ δ’ ἐγγύς ἐστιν, οὐχ ὁρωμένη δ’ ὁρᾷ
  4. ὃν χρὴ κολάζειν τ’ οἶδεν· ἀλλ’ οὐκ οἶσθα σὺ
  5. ὁπόταν ἄφνω μολοῦσα διολέσῃ κακούς.
  1. μακάριος ὅστις νοῦν ἔχων τιμᾷ θεὸν
  2. καὶ κέρδος αὐτῷ τοῦτο ποιεῖται μέγα.
  1. πολλοὺς δ’ ὁ θυμὸς ὁ μέγας ὤλεσεν βροτῶν
  2. ἥ τ’ ἀξυνεσία, δύο κακὼ τοῖς χρωμένοις.
  1. τῷ γὰρ βιαίῳ κἀγρίῳ τὸ μαλθακὸν
  2. εἰς ταὐτὸν ἐλθὸν τοῦ λίαν παρείλετο.
  1. ὀργῇ δὲ φαύλῃ πόλλ’ ἔνεστ’ ἀσχήμονα.
  1. ἔπαυσ’ ὁδουροὺς λυμεῶνας
  1. ἔσῳσα δούλην οὖσαν· οἱ γὰρ ἥσσονες
  2. τοῖς κρείσσοσιν φιλοῦσι δουλεύειν βροτῶν.
  1. πάλαι σκοποῦμαι τὰς τύχας τῶν βροτῶν
  2. ὡς εὖ μεταλλάσσουσιν· ὃς γὰρ ἂν σφαλῇ
  3. εἰς ὀρθὸν ἔστη χώ πρὶν εὐτυχῶν πίτνει.
  1. ἔστι καὶ παρὰ δάκρυσι
  2. κείμενον ἡδὺ βροτοῖς, ὅταν
  3. ἄνδρα φίλον στενάχῃ τις ἐν οἴκῳ.
  1. τὰ γὰρ οὐκ ὀρθῶς πρασσόμεν’ ὀρθῶς
  2. τοῖς πράσσουσιν κακὸν ἦλθεν.
  1. νοῦ δ’ οἶνος ἐξέστησέ μ’· ὁμολογῶ δέ σε
  2. ἀδικεῖν, τὸ δ’ ἀδίκημ’ ἐγένετ’ οὐχ ἑκούσιον.