Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἔπαυσ’ ὁδουροὺς λυμεῶνας
  1. ἔσῳσα δούλην οὖσαν· οἱ γὰρ ἥσσονες
  2. τοῖς κρείσσοσιν φιλοῦσι δουλεύειν βροτῶν.
  1. πάλαι σκοποῦμαι τὰς τύχας τῶν βροτῶν
  2. ὡς εὖ μεταλλάσσουσιν· ὃς γὰρ ἂν σφαλῇ
  3. εἰς ὀρθὸν ἔστη χώ πρὶν εὐτυχῶν πίτνει.
  1. ἔστι καὶ παρὰ δάκρυσι
  2. κείμενον ἡδὺ βροτοῖς, ὅταν
  3. ἄνδρα φίλον στενάχῃ τις ἐν οἴκῳ.
  1. τὰ γὰρ οὐκ ὀρθῶς πρασσόμεν’ ὀρθῶς
  2. τοῖς πράσσουσιν κακὸν ἦλθεν.
  1. νοῦ δ’ οἶνος ἐξέστησέ μ’· ὁμολογῶ δέ σε
  2. ἀδικεῖν, τὸ δ’ ἀδίκημ’ ἐγένετ’ οὐχ ἑκούσιον.
  1. σκῦλα μὲν βροτοφθόρα
  2. χαίρεις ὁρῶσα καὶ νεκρῶν ἐρείπια,
  3. κοὐ μυσαρά σοι ταῦτ’ ἐστίν· εἰ δ’ ἐγὼ ἔτεκον,
  4. δεινὸν τόδ’ ἡγῇ;
  1. δεινὴ πόλις νοσοῦσ’ ἀνευρίσκειν κακά.
  1. καὶ βουθυτεῖν γὰρ ἠξίους ἐμὴν χάριν.
  1. Ἔρωτα δ’ ὅστις μὴ θεὸν κρίνει μέγαν
  2. καὶ τῶν ἀπάντων δαιμόνων ὑπέρτατον,
  3. ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν
  4. οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν.
  1. οὐ τῶν κακούργων οἶκτος ἀλλὰ τῆς δίκης.
  1. πτηνὰς διώκεις, ὦ τέκνον, τὰς ἐλπίδας.
  2. οὐχ ἡ τύχη γε· τῆς τύχης δ’ οὐχ εἷς τρόπος.
  1. τίς δ’ οὐχὶ χαίρει νηπίοις ἀθύρμασιν;
  1. πᾶσιν γὰρ ἀνθρώποισιν, οὐχ ἡμῖν μόνον,
  2. ἢ καὶ παραυτίκ’ ἢ χρόνῳ δαίμων βίον
  3. ἔσφηλε, κοὐδεὶς διὰ τέλους εὐδαιμονεῖ.