Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- νεανίας τε καὶ πένης σοφός θ’ ἅμα·
- ταῦτ’ εἰς ἓν ἐλθόντ’ ἄξι’ ἐνθυμήσεως.
- τί δ’ οὐκ ἂν εἴη χρηστὸς ὄλβιος γεγώς;
- οὐκ ἔστι πενίας ἱερὸν αἰσχίστης θεοῦ.
- μισῶ γὰρ ὄντως οἵτινες φρονοῦσι μέν,
- φρονοῦσι δ’ οὐδὲν ὥς γε χρημάτων ὕπερ.
- μὴ πλούσιον θῇς· ἐνδεέστερος γὰρ ὢν
- ταπεινὸς ἔσται· κεῖνο δ’ ἰσχύει μέγα,
- πλοῦτος λαβών 〈τε〉 τοῦτον εὐγενὴς ἀνήρ.
- τυραννίδ’ ἥ θεῶν δευτέρα νομίζεται·
- τὸ μὴ θανεῖν γὰρ οὐκ ἔχει, τὰ δ’ ἄλλ’ ἔχει.
- κρείσσω γὰρ οὔτε δοῦλον οὔτ’ ἐλεύθερον
- τρέφειν ἐν οἴκοις ἀσφαλὲς τοῖς σώφροσιν.
- ἐκ τῶν δικαίων γὰρ νόμοι τ’ αὐξήματα
- μεγάλα φέρουσι πάντα δ’ ἀνθρώποις. .
- τάδ’ ἐστὶ χρήματ’, ἤν τις εὐσεβῇ θεόν.
- ἀπλοῦς ὁ μῦθος, μὴ λέγ’ εὖ· τὸ γὰρ λέγειν
- εὖ δεινόν ἐστιν, εἰ φέρει τινα βλάβην.
- πόλλ’, ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοί.
- τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς.
- δοκεῖς τὰ τῶν θεῶν ξυνετὰ νικήσειν ποτὲ
- καὶ τὴν Δίκην που μάκρ’ ἀπῳκίσθαι βροτῶν·
- ἢ δ’ ἐγγύς ἐστιν, οὐχ ὁρωμένη δ’ ὁρᾷ
- ὃν χρὴ κολάζειν τ’ οἶδεν· ἀλλ’ οὐκ οἶσθα σὺ
- ὁπόταν ἄφνω μολοῦσα διολέσῃ κακούς.
- μακάριος ὅστις νοῦν ἔχων τιμᾷ θεὸν
- καὶ κέρδος αὐτῷ τοῦτο ποιεῖται μέγα.
- πολλοὺς δ’ ὁ θυμὸς ὁ μέγας ὤλεσεν βροτῶν
- ἥ τ’ ἀξυνεσία, δύο κακὼ τοῖς χρωμένοις.
- τῷ γὰρ βιαίῳ κἀγρίῳ τὸ μαλθακὸν
- εἰς ταὐτὸν ἐλθὸν τοῦ λίαν παρείλετο.
- ὀργῇ δὲ φαύλῃ πόλλ’ ἔνεστ’ ἀσχήμονα.