Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- τὸ γὰρ ἐπιεικὲς ὠφελεῖ τὰς ξυμφοράς.
- κακῶς δ’ ὄλοιντο πάντες οἳ τυραννίδι
- χαίρουσιν ὀλίγῃ τ’ ἐν πόλει μοναρχίᾳ·
- τοὐλεύθερον γὰρ ὄνομα παντὸς ἄξιον,
- κἂν σμίκρ’ ἔχῃ τις, μεγάλ’ ἔχειν νομιζέτω.
- γυναῖκές ἐσμεν· τὰ μὲν ὄκνῳ νικώμεθα,
- τὰ δ’ οὐκ ἂν ἡμῶν θράσος ὑπερβάλοιτό τις.
- ποῖ; πῶς δὲ λήσει; τίς δὲ νῶν πιστὸς φίλος;
- ζητῶμεν· ἡ δόκησις ἀνθρώποις κακόν,
- καὶ τοὐπιχειρεῖν γ’ ἐξαμαρτάνειν φιλεῖ.
- κέρας ὄρθιον
- ἀπενήσω
- διέφθειρε
- φιλοτραφής
- κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα
- οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους·
- οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ
- οὔτ’ ἂν δύναιντο· πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ
- γνάθου τε δοῦλος νηδύος θ’ ἡσσημένος
- κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός;
- οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις
- οἷοί τ’ · ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ
- σκληρῶς μεταλλάσσουσιν εἰς τἀμήχανον.
- λαμπροὶ δ’ ἐν ἥβῃ καὶ πόλεως ἀγάλματα
- φοιτῶσ’· ὅταν δὲ προσπέσῃ γῆρας πικρόν,
- τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας.
- ἐμεμψάμην δὲ καὶ τὸν Ἐλλήνων νόμον,
- οἳ τῶνδ’ ἕκατι σύλλογον ποιούμενοι
- τιμῶσ’ ἀχρείους ἡδονὰς δαιτὸς χάριν.
- τίς γὰρ παλαίσας εὖ, τίς ὠκύπους ἀνὴρ
- ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς
- πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών;
- πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν
- δίσκους ἔχοντες ἢ δι’ ἀσπίδων χερὶ
- θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας;
- οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας
- στάς. ἄνδρας χρὴ σοφούς τε κἀγαθοὺς
- φύλλοις στέφεσθαι, χὥστις ἡγεῖται πόλει
- κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ,
- ὅστις τε μύθοις ἔργ’ ἀπαλλάσσει κακὰ
- μάχας τ’ ἀφαιρῶν καὶ στάσεις· τοιαῦτα γὰρ
- πόλει τε πάσῃ πᾶσί θ’ Ἕλλησιν καλά.
- τοὺς ὄνους τοὺς λαρκαγωγοὺς ἐξ ὄρους οἴσειν ξύλα
- σχοινίνας γὰρ ἵπποισι φλοίνας ἡνίας πλέκει.
- ἐγὼ τὸ μὲν δὴ πανταχοῦ θρυλούμενον
- κράτιστον εἶναι φημὶ μὴ φῦναι βροτῷ·
- τρισσῶν δὲ μοιρῶν ἐγκρινῶ νικᾶν μίαν,
- πλούτου τε χὥτῳ σπέρμα γενναῖον προσῇ
- πενίας τ’· ἀριθμὸν γὰρ τοσόνδε προυθέμην.
- ὁ μὲν ζάπλουτος, εἰς γένος δ’ οὐκ εὐτυχής,
- ἀλγεῖ μὲν ἀλγεῖ, παγκάλως δ’ ἀλγύνεται
- ὄλβου διοίγων θάλαμον ἥδιστον χερί.
- ἔξω δὲ βαίνων τοῦδε τὸν πάρος χρόνον
- πλουτῶν ὑπ’ ἄτης ζεῦγλαν ἀσχάλλει πεσών.
- ὅστις δὲ γαῦρον σπέρμα γενναῖόν τ’ ἔχων
- βίου σπανίζει, τῷ γένει μὲν εὐτυχεῖ,
- πενίᾳ δ’ ἐλάσσων ἐστίν, ἐν δ’ ἀλγύνεται
- φρονῶν, ὑπ’ αἰδοῦς δ’ ἔργ’ ἀπωθεῖται χερῶν.
- ὁ δ’ οὐδὲν οὐδείς, διὰ τέλους δὲ δυστυχῶν
- τοσῷδε νικᾷ· τοῦ γὰρ εὖ τητώμενος
- οὐκ οἶδεν, ἀεὶ δυστυχῶν κακῶς τ’ ἔχων.
- οὕτως ἄριστον μὴ πεπειρᾶσθαι καλῶν.
- ἐκεῖνο γὰρ μεμνήμεθ’ · οἷος ἦν ποτε
- κἀγὼ μετ’ ἀνδρῶν ἡνίκ’ ηὐτύχουν βίῳ
- φησίν τις εἶναι δῆτ’ ἐν οὐρανῷ θεούς;
- οὐκ εἰσίν, οὐκ εἶσ’, εἴ τις ἀνθρώπων θέλει
- μὴ τῷ παλαιῷ μῶρος ὢν χρῆσθαι λόγῳ.
- σκέψασθε δ’ αὐτοί, μὴ ἐπὶ τοῖς ἐμοῖς λόγοις
- γνώμην ἔχοντες. φήμ’ ἐγὼ τυραννίδα
- κτείνειν τε πλείστους κτημάτων τ’ ἀποστερεῖν
- ὅρκους τε παραβαίνοντας ἐκπορθεῖν πόλεις·
- καὶ ταῦτα δρῶντες μᾶλλόν εἰσ’ εὐδαίμονες
- τῶν εὐσεβούντων ἡσυχῇ καθ’ ἡμέραν.
- πόλεις τε μικρὰς οἶδα τιμώσας θεούς,
- αἳ μειζόνων κλύουσι δυσσεβεστέρων
- λόγχης ἀριθμῷ πλείονος κρατούμεναι.
- οἶμαι δ’ ἂν ὑμᾶς, εἴ τις ἀργὸς ὢν θεοῖς
- εὔχοιτο καὶ μὴ χειρὶ συλλέγοι βίον,
- τὰ θεῖα πυργοῦσιν αἱ κακαί τε συμφοραί.
- τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι χρεών·
- μέλει γὰρ αὐτοῖς οὐδέν· ἀλλ’ οὑντυγχάνων
- τὰ πράγματ’ ὀρθῶς ἢν τιθῇ, πράσσει καλῶς.