Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- νόσον ἔχειν
- εὐθύδημον
- Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατὴρ
- Νείλου λιπὼν κάλλιστον ἐκ γαίας ὕδωρ,
- ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς
- Αἰθιοπίδος γῆς, ἡνίκ’ ἂν τακῇ χιὼν
- τέθριππ’ ἄγοντος ἡλίου κατ’ αἰθέρα,
- ἐλθὼν ἐς Ἄργος ᾤκισ’ Ἰνάχου πόλιν·
- Πελασγιώτας δ’ ὠνομασμένους τὸ πρὶν
- Δαναοὺς καλεῖσθαι νόμον ἔθηκ’ ἀν’ Ἑλλάδα.
- βασιλεῦ χώρας τῆς πολυβώλου
- Κισσεῦ, πεδίον πυρὶ μαρμαίρει
- οὐ γὰρ ὑπερθεῖν κύματος ἄκραν
- δυνάμεσθ’· ἔτι γὰρ θάλλει πενία
- κακὸν ἔχθιστον, φεύγει δ’ ὄλβος.
- ἡμῶν τί δῆτα τυγχάνεις χρείαν ἔχων;
- πατέρων γὰρ ἐσθλῶν ἐλπίδας δίδως γεγώς.
- ἐν τοῖς τέκνοις γὰρ ἁρετὴ τῶν εὐγενῶν
- ἔλαμψε, κρεῖσσόν τ’ ἐστὶ πλουσίου γάμου
- 〈γένος〉· πένης γὰρ οὐκ ἐκεῖν’ ἀπώλεσεν
- τὸ τοῦ πατρὸς γενναῖον.
- σοὶ δ’ εἶπον, ὦ παῖ, τὰς τύχας ἐκ τῶν πόνων
- θηρᾶν· ὁρᾶς γὰρ πατέρα σὸν τιμώμενον.
- πατρὸς δ’ ἀνάγκη παισὶ πείθεσθαι λόγῳ.
- πλουτεῖς, ὁ πλοῦτος δ’ ἀμαθία δειλόν θ’ ἅμα.
- σὺν μυρίοισι τὰ καλὰ γίγνεται πόνοις.
- νεανίαν γὰρ ἄνδρα χρὴ τολμᾶν ἀεί·
- οὐδεὶς γὰρ ὢν ῥᾴθυμος εὐκλεὴς ἀνήρ,
- ἀλλ’ οἱ πόνοι τίκτουσι τὴν εὐδοξίαν.
- οὐκ ἔστιν ὅστις ἡδέως ζητῶν βιοῦν
- εὔκλειαν εἰσεκτήσατ’, ἀλλὰ χρὴ πονεῖν.
- ὁ δ’ ἡδὺς αἰὼν ἡ κακή τ’ ἀνανδρία
- οὔτ’ οἶκον οὔτε πόλιν ἀνορθώσειεν ἄν.
- ἐμὲ δ’ ἄρ’ οὐ
- μοχθεῖν δίκαιον; τίς δ’ ἄμοχθος εὐκλεής;
- τίς τῶν μεγίστων δειλὸς ὢν ὠρέξατο;
- ἐγὼ δὲ τὸν σὸν κρᾶτ’ ἀναστέψαι θέλω.
- φέρει δὲ καὶ τοῦτ’ οὐχὶ μικρόν, εὐγενὴς
- ἀνὴρ στρατηγῶν εὐκλεᾶ τ’ ἔχων φάτιν.
- ὀλίγον ἄλκιμον δόρυ
- κρεῖσσον στρατηγοῦ μυρίου στρατεύματος.
- ὀλίγοι γὰρ ἐσθλοὶ κρείσσονες πολλῶν κακῶν.
- ἓν δέ σοι μόνον προφωνῶ, μὴ ἐπὶ δουλείαν ποτὲ
- ζῶν ἑκὼν ἔλθῃς παρὸν σοὶ κατθανεῖν ἐλευθέρῳ.