Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἐν τοῖς τέκνοις γὰρ ἁρετὴ τῶν εὐγενῶν
  2. ἔλαμψε, κρεῖσσόν τ’ ἐστὶ πλουσίου γάμου
  3. 〈γένος〉· πένης γὰρ οὐκ ἐκεῖν’ ἀπώλεσεν
  4. τὸ τοῦ πατρὸς γενναῖον.
  1. σοὶ δ’ εἶπον, ὦ παῖ, τὰς τύχας ἐκ τῶν πόνων
  2. θηρᾶν· ὁρᾶς γὰρ πατέρα σὸν τιμώμενον.
  1. πατρὸς δ’ ἀνάγκη παισὶ πείθεσθαι λόγῳ.
  1. πλουτεῖς, ὁ πλοῦτος δ’ ἀμαθία δειλόν θ’ ἅμα.
  1. σὺν μυρίοισι τὰ καλὰ γίγνεται πόνοις.
  1. νεανίαν γὰρ ἄνδρα χρὴ τολμᾶν ἀεί·
  2. οὐδεὶς γὰρ ὢν ῥᾴθυμος εὐκλεὴς ἀνήρ,
  3. ἀλλ’ οἱ πόνοι τίκτουσι τὴν εὐδοξίαν.
  1. οὐκ ἔστιν ὅστις ἡδέως ζητῶν βιοῦν
  2. εὔκλειαν εἰσεκτήσατ’, ἀλλὰ χρὴ πονεῖν.
  1. ὁ δ’ ἡδὺς αἰὼν ἡ κακή τ’ ἀνανδρία
  2. οὔτ’ οἶκον οὔτε πόλιν ἀνορθώσειεν ἄν.
  1. ἐμὲ δ’ ἄρ’ οὐ
  2. μοχθεῖν δίκαιον; τίς δ’ ἄμοχθος εὐκλεής;
  3. τίς τῶν μεγίστων δειλὸς ὢν ὠρέξατο;
  1. ἐγὼ δὲ τὸν σὸν κρᾶτ’ ἀναστέψαι θέλω.
  1. φέρει δὲ καὶ τοῦτ’ οὐχὶ μικρόν, εὐγενὴς
  2. ἀνὴρ στρατηγῶν εὐκλεᾶ τ’ ἔχων φάτιν.
  1. ὀλίγον ἄλκιμον δόρυ
  2. κρεῖσσον στρατηγοῦ μυρίου στρατεύματος.
  1. ὀλίγοι γὰρ ἐσθλοὶ κρείσσονες πολλῶν κακῶν.
  1. ἓν δέ σοι μόνον προφωνῶ, μὴ ἐπὶ δουλείαν ποτὲ
  2. ζῶν ἑκὼν ἔλθῃς παρὸν σοὶ κατθανεῖν ἐλευθέρῳ.