Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. . .τὸ δοῦλον οὐχ ὁρᾷς ὅσον κακόν;
  1. φεῦ φεῦ, τὸ δοῦλον ὡς ἁπανταχῇ γένος
  2. πρὸς τὴν ἐλάσσω μοῖραν ὥρισεν θεός.
  1. κόσμος δὲ σιγὴ στεγανὸς ἀνδρὸς οὐ κακοῦ·
  2. τὸ δ’ ἐκλαλοῦν τοῦθ’ ἡδονῆς μὲν ἅπτεται,
  3. κακὸν δ’ ὁμίλημ’, ἀσθενὲς δὲ καὶ πόλει.
  1. πολλοὶ δὲ θνητῶν τοῦτο πάσχουσιν κακόν·
  2. γνώμῃ φρονοῦντες οὐ θέλουσ’ ὑπηρετεῖν
  3. ψυχῇ τὰ πολλὰ πρὸς φίλων νικώμενοι.
  1. εἰ δέ που τύχοι
  2. πέριξ ἑλίξας εἷλκε . . ὁμοῦ λαβὼν
  3. γυναῖκα πέτραν δρῦν μεταλλάσσων ἀεί.
  1. τήν τοι Δίκην λέγουσι παῖδ’ εἶναι χρόνου,
  2. δείκνυσι δ’ ἡμῶν ὅστις ἐστὶ μὴ κακός.
  1. Δίκα τοι Δίκα χρόνιος, ἀλλ’ ὅμως ὑποπεσοῦσ’
  2. ἔλαθεν, ὅταν ἔχῃ τιν’ ἀσεβῆ βροτῶν.
  1. Ζῆθον μὲν ἐλθόνθ’ ἁγνὸν ἐς Θήβης πέδον
  2. οἰκεῖν κελεύω, τὸν δὲ μουσικώτατον
  3. κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα.
  1. νόσον ἔχειν
  1. εὐθύδημον
  1. Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατὴρ
  2. Νείλου λιπὼν κάλλιστον ἐκ γαίας ὕδωρ,
  3. ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς
  4. Αἰθιοπίδος γῆς, ἡνίκ’ ἂν τακῇ χιὼν
  5. τέθριππ’ ἄγοντος ἡλίου κατ’ αἰθέρα,
  6. ἐλθὼν ἐς Ἄργος ᾤκισ’ Ἰνάχου πόλιν·
  7. Πελασγιώτας δ’ ὠνομασμένους τὸ πρὶν
  8. Δαναοὺς καλεῖσθαι νόμον ἔθηκ’ ἀν’ Ἑλλάδα.
  1. βασιλεῦ χώρας τῆς πολυβώλου
  2. Κισσεῦ, πεδίον πυρὶ μαρμαίρει
  1. οὐ γὰρ ὑπερθεῖν κύματος ἄκραν
  2. δυνάμεσθ’· ἔτι γὰρ θάλλει πενία
  3. κακὸν ἔχθιστον, φεύγει δ’ ὄλβος.
  1. ἡμῶν τί δῆτα τυγχάνεις χρείαν ἔχων;
  2. πατέρων γὰρ ἐσθλῶν ἐλπίδας δίδως γεγώς.