Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. φρονῶ δ’ ὃ πάσχω, καὶ τόδ’ οὐ σμικρὸν κακόν·
  2. τὸ μὴ εἰδέναι γὰρ ἡδονὴν ἔχει τινὰ
  3. νοσοῦντα, κέρδος δ’ ἐν κακοῖς ἀγνωσία.
  1. ὦ παῖ, γένοιντ’ ἂν εὖ λελεγμένοι λόγοι
  2. ψευδεῖς, ἐπῶν δὲ κάλλεσιν νικῷεν ἂν
  3. τἀληθές· ἀλλ’ οὐ τοῦτο τἀκριβέστατον,
  4. ἀλλ’ ἡ φύσις καὶ τοὐρθόν· ὃς δ’ εὐγλωσσίᾳ
  5. νικᾷ, σοφὸς μέν, ἀλλ’ ἐγὼ τὰ πράγματα
  6. κρείσσω νομίζω τῶν λόγων ἀεί ποτε.
  1. κύουσα τίκτω ἡνίκ’ ἠγόμην πάλιν
  1. εἰ δ’ ἠμελήθην ἐκ θεῶν καὶ παῖδ’ ἐμώ,
  2. ἔχει λόγον καὶ τοῦτο· τῶν πολλῶν βροτῶν
  3. δεῖ τοὺς μὲν εἶναι δυστυχεῖς, τοὺς δ’ εὐτυχεῖς.
  1. οὐ σωφρονίζειν ἔμαθον· αἰδεῖσθαι δὲ χρή,
  2. γύναι, τὸ λίαν καὶ φυλάσσεσθαι φθόνον.
  1. οὐδὲ γὰρ λάθρᾳ δοκῶ
  2. φωτὸς κακούργου σχήματ’ ἐκμιμούμενον
  3. σοὶ Ζῆν’ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν.
  1. φεῦ φεῦ, βροτείων πημάτων ὅσαι τύχαι
  2. ὅσαι τε μορφαί· τέρμα δ’ οὐκ εἴποι τις ἄν.
  1. εἰ νοῦς ἔνεστιν· εἰ δὲ μή, τί δεῖ καλῆς
  2. γυναικός, εἰ μὴ τὰς φρένας χρηστὰς ἔχοι;
  1. κόρος δὲ πάντων· καὶ γὰρ ἐκ καλλιόνων
  2. λέκτροις ἐπ’ αἰσχροῖς εἶδον ἐκπεπληγμένους,
  3. δαιτὸς δὲ πληρωθείς τις ἄσμενος πάλιν
  4. φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα.
  1. κῆδος καθ’ αὐτὸν τὸν σοφὸν κτᾶσθαι χρεών.
  1. πᾶσι δ’ ἀγγέλλω βροτοῖς
  2. ἐσθλῶν ἀπ’ ἀλόχων εὐγενῆ σπείρειν τέκνα.
  1. οὐ χρή ποτ’ ἄνδρα δοῦλον ὄντ’ ἐλευθέρας
  2. γνώμας διώκειν οὐδ’ ἐς ἀργίαν βλέπειν.
  1. . .τὸ δοῦλον οὐχ ὁρᾷς ὅσον κακόν;
  1. φεῦ φεῦ, τὸ δοῦλον ὡς ἁπανταχῇ γένος
  2. πρὸς τὴν ἐλάσσω μοῖραν ὥρισεν θεός.
  1. κόσμος δὲ σιγὴ στεγανὸς ἀνδρὸς οὐ κακοῦ·
  2. τὸ δ’ ἐκλαλοῦν τοῦθ’ ἡδονῆς μὲν ἅπτεται,
  3. κακὸν δ’ ὁμίλημ’, ἀσθενὲς δὲ καὶ πόλει.
  1. πολλοὶ δὲ θνητῶν τοῦτο πάσχουσιν κακόν·
  2. γνώμῃ φρονοῦντες οὐ θέλουσ’ ὑπηρετεῖν
  3. ψυχῇ τὰ πολλὰ πρὸς φίλων νικώμενοι.
  1. εἰ δέ που τύχοι
  2. πέριξ ἑλίξας εἷλκε . . ὁμοῦ λαβὼν
  3. γυναῖκα πέτραν δρῦν μεταλλάσσων ἀεί.
  1. τήν τοι Δίκην λέγουσι παῖδ’ εἶναι χρόνου,
  2. δείκνυσι δ’ ἡμῶν ὅστις ἐστὶ μὴ κακός.
  1. Δίκα τοι Δίκα χρόνιος, ἀλλ’ ὅμως ὑποπεσοῦσ’
  2. ἔλαθεν, ὅταν ἔχῃ τιν’ ἀσεβῆ βροτῶν.
  1. Ζῆθον μὲν ἐλθόνθ’ ἁγνὸν ἐς Θήβης πέδον
  2. οἰκεῖν κελεύω, τὸν δὲ μουσικώτατον
  3. κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα.