Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἔνδον δὲ θαλάμοις βουκόλον. . . .
  2. κομῶντα κισσῷ στῦλον εὐίου θεοῦ.
  1. πόλλ’ ἔστιν ἀνθρώποισιν, ὦ ξένοι, κακά.
  1. φρονῶ δ’ ὃ πάσχω, καὶ τόδ’ οὐ σμικρὸν κακόν·
  2. τὸ μὴ εἰδέναι γὰρ ἡδονὴν ἔχει τινὰ
  3. νοσοῦντα, κέρδος δ’ ἐν κακοῖς ἀγνωσία.
  1. ὦ παῖ, γένοιντ’ ἂν εὖ λελεγμένοι λόγοι
  2. ψευδεῖς, ἐπῶν δὲ κάλλεσιν νικῷεν ἂν
  3. τἀληθές· ἀλλ’ οὐ τοῦτο τἀκριβέστατον,
  4. ἀλλ’ ἡ φύσις καὶ τοὐρθόν· ὃς δ’ εὐγλωσσίᾳ
  5. νικᾷ, σοφὸς μέν, ἀλλ’ ἐγὼ τὰ πράγματα
  6. κρείσσω νομίζω τῶν λόγων ἀεί ποτε.
  1. κύουσα τίκτω ἡνίκ’ ἠγόμην πάλιν
  1. εἰ δ’ ἠμελήθην ἐκ θεῶν καὶ παῖδ’ ἐμώ,
  2. ἔχει λόγον καὶ τοῦτο· τῶν πολλῶν βροτῶν
  3. δεῖ τοὺς μὲν εἶναι δυστυχεῖς, τοὺς δ’ εὐτυχεῖς.
  1. οὐ σωφρονίζειν ἔμαθον· αἰδεῖσθαι δὲ χρή,
  2. γύναι, τὸ λίαν καὶ φυλάσσεσθαι φθόνον.
  1. οὐδὲ γὰρ λάθρᾳ δοκῶ
  2. φωτὸς κακούργου σχήματ’ ἐκμιμούμενον
  3. σοὶ Ζῆν’ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν.
  1. φεῦ φεῦ, βροτείων πημάτων ὅσαι τύχαι
  2. ὅσαι τε μορφαί· τέρμα δ’ οὐκ εἴποι τις ἄν.
  1. εἰ νοῦς ἔνεστιν· εἰ δὲ μή, τί δεῖ καλῆς
  2. γυναικός, εἰ μὴ τὰς φρένας χρηστὰς ἔχοι;
  1. κόρος δὲ πάντων· καὶ γὰρ ἐκ καλλιόνων
  2. λέκτροις ἐπ’ αἰσχροῖς εἶδον ἐκπεπληγμένους,
  3. δαιτὸς δὲ πληρωθείς τις ἄσμενος πάλιν
  4. φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα.
  1. κῆδος καθ’ αὐτὸν τὸν σοφὸν κτᾶσθαι χρεών.
  1. πᾶσι δ’ ἀγγέλλω βροτοῖς
  2. ἐσθλῶν ἀπ’ ἀλόχων εὐγενῆ σπείρειν τέκνα.
  1. οὐ χρή ποτ’ ἄνδρα δοῦλον ὄντ’ ἐλευθέρας
  2. γνώμας διώκειν οὐδ’ ἐς ἀργίαν βλέπειν.