Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. δοκεῖτ’ ἂν οἰκεῖν γαῖαν, εἰ πένης ἅπας
  2. λαὸς πολιτεύοιτο πλουσίων ἄτερ;
  3. οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,
  4. ἀλλ’ ἔστι τις σύγκρασις, ὥστ’ ἔχειν καλῶς.
  5. ἃ μὴ γὰρ ἔστι τῷ πένητι πλούσιος
  6. δίδωσ’· ἃ δ’ οἱ πλουτοῦντες οὐ κεκτήμεθα,
  7. τοῖσιν πένησι χρώμενοι τιμώμεθα.
  1. τὴν δ’ εὐγένειαν πρὸς θεῶν μή μοι λέγε,
  2. ἐν χρήμασιν τόδ’ ἐστί, μὴ γαυροῦ, πάτερ·
  3. κύκλῳ γὰρ ἕρπει· τῷ μὲν ἔσθ’, ὃ δ’ οὐκ ἔχει·
  4. κοινοῖσι δ’ αὐτοῖς χρώμεθ’· ᾧ δ’ ἂν ἐν δόμοις
  5. χρόνον συνοικῇ πλεῖστον, οὗτος εὐγενής.
  1. ἀλλ’ ἢ τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ,
  2. ἥ τ’ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται.
  1. κακὸν γυναῖκα πρὸς νέαν ζεῦξαι νέον·
  2. μακρὰ γὰρ ἰσχὺς μᾶλλον ἀρσένων μένει,
  3. θήλεια δ’ ἥβη θᾶσσον ἐκλείπει δέμας.
  1. φεῦ φεῦ, παλαιὸς αἶνος ὡς καλῶς ἔχει·
  2. γέροντες οὐδέν ἐσμεν ἄλλο πλὴν ψόφος
  3. καὶ σχῆμ’, ὀνείρων δ’ ἕρπομεν μιμήματα·
  4. νοῦς δ’ οὐκ ἔνεστιν, οἰόμεσθα δ’ εὖ φρονεῖν.
  1. τῇ δ’ Ἀφροδίτῃ πόλλ’ ἔνεστι ποικίλα·
  2. τέρπει τε γὰρ μάλιστα καὶ λυπεῖ βροτούς.
  3. τύχοιμι δ’ αὐτῆς ἡνίκ’ ἐστὶν εὐμενής.
  1. ἡ βραχύ τοι σθένος ἀνέρος· ἀλλὰ
  2. ποικιλίᾳ πραπίδων
  3. δεινὰ μὲν φῦλα πόντου
  4. χθονίων τ’ ἀερίων τε
  5. δάμναται παιδεύματα.
  1. παῖδες, σοφοῦ πρὸς ἀνδρὸς ὅστις ἐν βραχεῖ
  2. πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.
  1. σιγᾶν φρονοῦντα κρείσσον’ εἰς ὁμιλίαν
  2. πεσόντα· τούτῳ δ’ ἀνδρὶ μήτ’ εἴην φίλος
  3. μήτε ξυνείην, ὅστις αὐτάρκη φρονεῖν
  4. πέποιθε δούλους τοὺς φίλους ἡγούμενος.
  1. ἀλλ ὅμως
  2. οἰκτρός τις αἰὼν πατρίδος ἐκλιπεῖν ὅρους.
  1. ὀργῇ γὰρ ὅστις εὐθέως χαρίζεται,
  2. κακῶς τελευτᾷ· πλεῖστα γὰρ σφάλλει βροτούς.
  1. κακῆς 〈ἀπ’〉 ἀρχῆς γίγνεται τέλος κακόν.
  1. οἴμοι, τίς ἀλγεῖν οὐκ ἐπίσταται κακοῖς;
  2. τίς ἂν κλύων τῶνδ’ οὐκ ἂν ἐκβάλοι δάκρυ;
  1. γλυκεῖα γάρ μοι φροντὶς οὐδαμῇ βίου.
  1. αἰεὶ τὸ μὲν ζῇ, τὸ δὲ μεθίσταται κακόν,
  2. τὸ δ’ αὖ πέφηνεν αὖθις ἐξ ἀρχῆς νέον.
  1. γυναῖκα δ’ ὅστις παύσεται λέγων κακῶς,
  2. δύστηνος ἆρα κοὐ σοφὸς κεκλήσεται.
  1. μοχθεῖν ἀνάγκη· τὰς δὲ δαιμόνων τύχας
  2. ὅστις φέρει κάλλιστ’ ἀνὴρ οὗτος σοφός.
  1. τὰ πόλλ’ ἀνάγκη διαφέρει τολμήματα.
  1. ἀκρατές
  1. κατηρτυκέναι