Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ποίαν σε φῶμεν γαῖαν ἐκλελοιπότα
- πόλει ξενοῦσθαι τῇδε; τίς πάτρας ὅρος;
- τίς ἔσθ’ ὁ φύσας; τοῦ κεκήρυξαι πατρός;
- τί σε μάτηρ ἐν δεκάτᾳ τόκου ὠνόμαζεν;
- δειλῶν γυναῖκες δεσποτῶν θρασύστομοι.
- πέφυκε γάρ πως παισὶ πολέμιον γυνὴ
- τοῖς πρόσθεν ἡ ζυγεῖσα δευτέρῳ πατρί.
- εἰ μὴ καθέξεις γλῶσσαν, ἔσται σοι κακά.
- τί γὰρ πατρῴας ἀνδρὶ φίλτερον χθονός;
- κρεῖσσον δὲ πλούτου καὶ βαθυσπόρου χθονὸς
- ἀνδρῶν δικαίων κἀγαθῶν ὁμιλίαι.
- ἀνδρὸς ὑπ’ ἐσθλοῦ καὶ τυραννεῖσθαι καλόν.
- ἦ που κρεῖσσον τῆς εὐγενίας
- τὸ καλῶς πράσσειν.
- κατθανεῖν δ’ ὀφείλεται
- καὶ τῷ κατ’ οἴκους ἐκτὸς ἡμένῳ πόνων.
- ἔστι καὶ πταίσαντ’ ἀρετὰν
- ἀποδείξασθαι θανάτῳ.
- Πάνακτος
- ἀντραῖος
- Ἕλλην γάρ, ὡς λέγουσι, γίγνεται Διός,
- τοῦ δ’ Αἴολος παῖς, Αἰόλου δὲ Σίσυφος
- Ἀθάμας τε Κρηθεύς θ’ ὅς τ’ ἐπ’ Ἀλφειοῦ ῥοαῖς
- θεοῦ μανεὶς ἔρριψε Σαλμωνεὺς φλόγα.
- ἴδοιμι δ’ αὐτῶν ἔκγον’ ἄρσεν’ ἀρσένων·
- πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος·
- πλείστη γὰρ ἀρετὴ τοῦθ’ ὑπάρχον ἐν βίῳ,
- τὴν ἀξίωσιν τῶν καλῶν τὸ σῶμ’ ἔχειν.
- λαμπροὶ δ’ ἐν αἰχμαῖς Ἄρεος ἔν τε συλλόγοις,
- μή μοι τὰ κομψὰ ποικίλοι γενοίατο,
- ἀλλ’ ὧν πόλει δεῖ μεγάλα βουλεύοντες εὖ.
- ἆρ’ ἔτυμον φάτιν ἔγνων,
- Αἴολε, σ’ εὐνάζειν τέκνα φίλτατα;
- δοξάσαι ἔστι, κόραι· τὸ δ’ ἐτήτυμον οὐκ ἔχω εἰπεῖν.
- τί δ’ αἰσχρὸν ἢν μὴ τοῖσι χρωμένοις δοκῇ;
- μὴ πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν,
- ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο.