Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ἐκ παντὸς ἄν τις πράγματος δισσῶν λόγων
- ἀγῶνα θεῖτ’ ἄν, εἰ λέγειν εἴη σοφός.
- λύρα βοῶν . . ῥύσι’ ἐξερρύσατο
- . . κρεῖσσον ὄλβου κτῆμα
- χρόνος θεῶν τε πνεῦμ’ ἔρως θ’ ὑμνῳδίας
- ὅστις δὲ πράσσει πολλὰ μὴ πράσσειν παρόν,
- μῶρος, παρὸν ζῆν ἡδέως ἀπράγμονα.
- ὁ δ’ ἥσυχος φίλοισί τ’ ἀσφαλὴς φίλος
- πόλει τ’ ἄριστος. μὴ τὰ κινδυνεύματα
- αἰνεῖτ’ · ἐγὼ γὰρ οὔτε ναυτίλον φιλῶ
- τολμῶντα λίαν οὔτε προστάτην χθονός.
- ἅπαντα τίκτει χθὼν πάλιν τε λαμβάνει.
- τοιόσδε θνητῶν τῶν ταλαιπώρων βίος·
- οὔτ’ εὐτυχεῖ τὸ πάμπαν οὔτε δυστυχεῖ.
- [εὐδαιμονεῖ τε καὖθις οὐκ εὐδαιμονεῖ.]
- τί δῆτ’ ἐν ὄλβῳ μὴ σαφεῖ βεβηκότες
- οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι;
- βροτοῖσιν εὔκρας οὐ γένοιτ’ ἂν ἡδονή.
- εἰ δ’ εὐτυχῶν τις καὶ βίον κεκτημένος
- μηδὲν δόμοισι τῶν καλῶν πειράσεται,
- ἐγὼ μὲν οὔποτ’ αὐτὸν ὄλβιον καλῶ,
- φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα.
- τὸ δ’ ἀσθενές μου καὶ τὸ θῆλυ σώματος
- κακῶς ἐμέμφθης· εἰ γὰρ εὖ φρονεῖν ἔχω,
- κρεῖσσον τόδ’ ἐστὶ καρτεροῦ βραχίονος.
- γνώμαις γὰρ ἀνδρὸς εὖ μὲν οἰκοῦνται πόλεις,
- εὖ δ’ οἶκος, εἴς τ’ αὖ πόλεμον ἰσχύει μέγα·
- σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας
- νικᾷ, σὺν ὄχλῳ δ’ ἀμαθία πλεῖστον κακόν.
- καὶ μὴν ὅσοι μὲν σαρκὸς εἰς εὐεξίαν
- ἀσκοῦσι βίοτον, ἢν σφαλῶσι χρημάτων,
- κακοὶ πολῖται· δεῖ γὰρ ἄνδρ’ εἰθισμένον
- ἀκόλαστον ἦθος γαστρὸς ἐν ταὐτῷ μένειν.
- ἐγὼ μὲν οὖν ᾄδοιμι καὶ λέγοιμί τι
- σοφόν, ταράσσων μηδὲν ὧν πόλις νοσεῖ.