Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. οἰκεῖος ἀνθρώποισι γίγνεσθαι φιλεῖ
  2. πόλεμος ἐν ἀστοῖς, ἢν διχοστατῇ πόλις.
  1. [μὴ οὖν ἔθελε λυπεῖν σαυτὸν ἐξειδὼς ὅτι
  2. πολλάκι τὸ λυποῦν ὕστερον χαρὰν ἄγει
  3. καὶ τὸ κακὸν ἀγαθοῦ γίγνεται παραίτιον.]
  1. ὅστις δὲ πρὸς τὸ πῖπτον εὐλόφως φέρει,
  2. τὸν δαίμον’ οὗτος ἧσσόν ἐστιν ἄθλιος.
  1. θάνατος γὰρ ἀνθρώποισι νεικέων τέλος
  2. ἔχει· μαθεῖν δὲ πᾶσίν ἐστιν εὐμαρές.
  3. τίς γὰρ πετραῖον σκόπελον οὐτάζων δορὶ
  4. ὀδύναισι δώσει; τίς δ’ ἀτιμάζων νέκυς,
  5. εἰ μηδὲν αἰσθάνοιντο τῶν παθημάτων;
  1. ὦ παῖ Διώνης, ὡς ἔφυς μέγας θεός,
  2. Διόνυσε, θνητοῖς τ’ οὐδαμῶς ὑποστατός.
  1. Οἰνόῃ
  2. σύγχορτα ναίω πεδία ταῖς τ’ Ἐλευθεραῖς
  1. Ὑσιαί
  1. τὸν μὲν κίκλησκε Ζῆθον· ἐζήτησε γὰρ
  2. τόκοισιν εὐμάρειαν ἡ τεκοῦσά νιν.
  1. λαμπρός θ’ ἕκαστος κἀπὶ τοῦτ’ ἐπείγεται
  2. νέμων τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος,
  3. ἵν’ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν.
  1. μοῦσάν τιν’ ἄτοπον εἰσάγεις, ἀσύμφορον,
  2. ἀργόν, φίλοινον, χρημάτων ἀτημελῆ.
  1. . . . ἀμελεῖς ὧν 〈σε φροντίζειν ἐχρῆν·〉
  2. ψυχῆς φύσιν 〈γὰρ〉 ὧδε γενναίαν 〈λαχὼν〉
  3. γυναικομίμῳ διαπρέπεις μορφώματι
  4. . . . . . κοὔτ’ ἂν ἀσπίδος κύτει
  5. 〈καλῶς〉 ὁμιλήσειας οὔτ’ ἄλλων ὕπερ
  6. νεανικὸν βούλευμά βουλεύσαιό 〈τι〉.
  1. πῶς γὰρ σοφὸν τοῦτ’ ἔστιν, ἥτις εὐφυᾶ
  2. λαβοῦσα τέχνη φῶτ’ ἔθηκε χείρονα;
  1. ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος
  2. τὰ μὲν κατ’ οἴκους ἀμελίᾳ παρεὶς ἐᾷ,
  3. μολπαῖσι δ’ ἡσθεὶς τοῦτ’ ἀεὶ θηρεύεται,
  4. ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται,
  5. φίλοισι δ’ οὐδείς· ἡ φύσις γὰρ οἴχεται,
  6. ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ᾖ.
  1. ἀλλ’ ἐμοὶ πιθοῦ·
  2. παῦσαι μελῳδῶν, πολέμων δ’ εὐμουσίαν
  3. ἄσκει· τοιαῦτ’ ἄειδε καὶ δόξεις φρονεῖν,
  4. σκάπτων, ἀρῶν γῆν, ποιμνίοις ἐπιστατῶν,
  5. ἄλλοις τὰ κομψὰ ταῦτ’ ἀφεὶς σοφίσματα,
  6. ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις.