Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. χρυσεόνωτον ἀσπίδα τὰν Καπανέως
  1. νέοι νέοισι συννοσοῦσι τἀφανῆ.
  1. ἤρων· τὸ μαίνεσθαι δ’ ἄρ’ ἦν ἔρως βροτοῖς.
  1. ἀνδρὸς δ’ ὁρῶντος εἰς Κύπριν νεανίου
  2. ἀφύλακτος ἡ τήρησις, ὡς κἂν φαῦλος ᾖ
  3. τἄλλ’, εἰς ἔρωτα πᾶς ἀνὴρ σοφώτατος·
  4. ἢν δ’ ἂν προσῆται Κύπρις, ἥδιστον λαβεῖν.
  1. ἀνδρὸς φίλου δὲ χρυσὸς ἀμαθίας μέτα
  2. ἄχρηστος, εἰ μὴ κἀρετὴν ἔχων τύχοι.
  1. ἄριστον ἀνδρὶ κτῆμα συμπαθὴς γυνή.
  1. ἄκουσον· οὐ γὰρ οἱ κακῶς πεπραγότες
  2. σὺν ταῖς τύχαισι τοὺς λόγους ἀπώλεσαν.
  1. τὸ μῶρον αὐτῷ τοῦ πατρὸς νόσημ’ ἔνι·
  2. φιλεῖ γὰρ οὕτως ἐκ κακῶν εἶναι κακούς.
  1. ἡ γὰρ δόκησις πατράσι παῖδας εἰκέναι·
  2. τὰ πολλὰ ταύτῃ γίγνεται τέκνων πέρι.
  1. ὀνόματι μεμπτὸν τὸ νόθον, ἡ φύσις δ’ ἴση.
  1. . . ἐπ’ ἄκραν ἥκομεν γραμμὴν κακῶν.
  1. οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος,
  2. καὶ βωμὸς αὐτῆς ἔστ’ ἐν ἀνθρώπου φύσει.
  1. δεῖ τοῖσι πολλοῖς τὸν τύραννον ἁνδάνειν.
  1. οὔτ’ εἰκὸς ἄρχειν οὔτε χρῆν εἶναι νόμον
  2. τύραννον εἶναι· μωρία δὲ καὶ θέλειν
  3. ὃς τῶν ὁμοῖων βούλεται κρατεῖν μόνος.