Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. δειλῶν γυναῖκες δεσποτῶν θρασύστομοι.
  1. πέφυκε γάρ πως παισὶ πολέμιον γυνὴ
  2. τοῖς πρόσθεν ἡ ζυγεῖσα δευτέρῳ πατρί.
  1. εἰ μὴ καθέξεις γλῶσσαν, ἔσται σοι κακά.
  1. τί γὰρ πατρῴας ἀνδρὶ φίλτερον χθονός;
  1. κρεῖσσον δὲ πλούτου καὶ βαθυσπόρου χθονὸς
  2. ἀνδρῶν δικαίων κἀγαθῶν ὁμιλίαι.
  1. ἀνδρὸς ὑπ’ ἐσθλοῦ καὶ τυραννεῖσθαι καλόν.
  1. ἦ που κρεῖσσον τῆς εὐγενίας
  2. τὸ καλῶς πράσσειν.
  1. κατθανεῖν δ’ ὀφείλεται
  2. καὶ τῷ κατ’ οἴκους ἐκτὸς ἡμένῳ πόνων.
  1. ἔστι καὶ πταίσαντ’ ἀρετὰν
  2. ἀποδείξασθαι θανάτῳ.
  1. Πάνακτος
  1. ἀντραῖος
  1. Ἕλλην γάρ, ὡς λέγουσι, γίγνεται Διός,
  2. τοῦ δ’ Αἴολος παῖς, Αἰόλου δὲ Σίσυφος
  3. Ἀθάμας τε Κρηθεύς θ’ ὅς τ’ ἐπ’ Ἀλφειοῦ ῥοαῖς
  4. θεοῦ μανεὶς ἔρριψε Σαλμωνεὺς φλόγα.
  1. ἴδοιμι δ’ αὐτῶν ἔκγον’ ἄρσεν’ ἀρσένων·
  2. πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος·
  3. πλείστη γὰρ ἀρετὴ τοῦθ’ ὑπάρχον ἐν βίῳ,
  4. τὴν ἀξίωσιν τῶν καλῶν τὸ σῶμ’ ἔχειν.
  1. λαμπροὶ δ’ ἐν αἰχμαῖς Ἄρεος ἔν τε συλλόγοις,
  2. μή μοι τὰ κομψὰ ποικίλοι γενοίατο,
  3. ἀλλ’ ὧν πόλει δεῖ μεγάλα βουλεύοντες εὖ.