Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ἀνδρὸς φίλου δὲ χρυσὸς ἀμαθίας μέτα
- ἄχρηστος, εἰ μὴ κἀρετὴν ἔχων τύχοι.
- ἄριστον ἀνδρὶ κτῆμα συμπαθὴς γυνή.
- ἄκουσον· οὐ γὰρ οἱ κακῶς πεπραγότες
- σὺν ταῖς τύχαισι τοὺς λόγους ἀπώλεσαν.
- τὸ μῶρον αὐτῷ τοῦ πατρὸς νόσημ’ ἔνι·
- φιλεῖ γὰρ οὕτως ἐκ κακῶν εἶναι κακούς.
- ἡ γὰρ δόκησις πατράσι παῖδας εἰκέναι·
- τὰ πολλὰ ταύτῃ γίγνεται τέκνων πέρι.
- ὀνόματι μεμπτὸν τὸ νόθον, ἡ φύσις δ’ ἴση.
- . . ἐπ’ ἄκραν ἥκομεν γραμμὴν κακῶν.
- οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος,
- καὶ βωμὸς αὐτῆς ἔστ’ ἐν ἀνθρώπου φύσει.
- δεῖ τοῖσι πολλοῖς τὸν τύραννον ἁνδάνειν.
- οὔτ’ εἰκὸς ἄρχειν οὔτε χρῆν εἶναι νόμον
- τύραννον εἶναι· μωρία δὲ καὶ θέλειν
- ὃς τῶν ὁμοῖων βούλεται κρατεῖν μόνος.
- οἰκεῖος ἀνθρώποισι γίγνεσθαι φιλεῖ
- πόλεμος ἐν ἀστοῖς, ἢν διχοστατῇ πόλις.
- [μὴ οὖν ἔθελε λυπεῖν σαυτὸν ἐξειδὼς ὅτι
- πολλάκι τὸ λυποῦν ὕστερον χαρὰν ἄγει
- καὶ τὸ κακὸν ἀγαθοῦ γίγνεται παραίτιον.]
- ὅστις δὲ πρὸς τὸ πῖπτον εὐλόφως φέρει,
- τὸν δαίμον’ οὗτος ἧσσόν ἐστιν ἄθλιος.
- θάνατος γὰρ ἀνθρώποισι νεικέων τέλος
- ἔχει· μαθεῖν δὲ πᾶσίν ἐστιν εὐμαρές.
- τίς γὰρ πετραῖον σκόπελον οὐτάζων δορὶ
- ὀδύναισι δώσει; τίς δ’ ἀτιμάζων νέκυς,
- εἰ μηδὲν αἰσθάνοιντο τῶν παθημάτων;
- ὦ παῖ Διώνης, ὡς ἔφυς μέγας θεός,
- Διόνυσε, θνητοῖς τ’ οὐδαμῶς ὑποστατός.
- Οἰνόῃ
- σύγχορτα ναίω πεδία ταῖς τ’ Ἐλευθεραῖς
- Ὑσιαί
- τὸν μὲν κίκλησκε Ζῆθον· ἐζήτησε γὰρ
- τόκοισιν εὐμάρειαν ἡ τεκοῦσά νιν.
- λαμπρός θ’ ἕκαστος κἀπὶ τοῦτ’ ἐπείγεται
- νέμων τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος,
- ἵν’ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν.
- μοῦσάν τιν’ ἄτοπον εἰσάγεις, ἀσύμφορον,
- ἀργόν, φίλοινον, χρημάτων ἀτημελῆ.