Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. χρήμασιν γὰρ εὐτυχῶ·
  2. ταῖς συμφοραῖσι δ’, ὡς ὁρᾷς, οὐκ εὐτυχῶ.
  1. μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἐγὼ γὰρ ἀρκέσω.
  1. ὁρῶ δὲ πρὸς τὰ παρθένου θοινάματα
  2. κῆτος θοάζον ἐξ Ἀτλαντικῆς ἁλός.
  1. πᾶς δὲ ποιμένων ἔρρει λεώς,
  2. ὃ μὲν γάλακτος κίσσινον φέρων σκύφος
  3. πόνων ἀναψυκτῆρ’, ὃ δ’ ἀμπέλων γάνος.
  1. οἱ κατ’ οἶκον ἀμφὶ δαῖτα καὶ τράπεζαν
  1. τέλειος
  1. νεότης μ’ ἐπῆρε καὶ θράσος τοῦ νοῦ πλέον.
  1. οὐκ ἔστιν ὅστις εὐτυχὴς ἔφυ βροτῶν,
  2. ὃν μὴ τὸ θεῖον ὡς τὰ πολλὰ συνθέλει.
  1. τήν τοι Δίκην λέγουσι παῖδ’ εἶναι Διὸς
  2. ἐγγύς τε ναίειν τῆς βροτῶν ἁμαρτίας.
  1. . . .τὸ δαιμόνιον οὐχ ὁρᾷς
  2. ὅπῃ μοίρας διεξέρχεται;
  3. στρέφει δ’ ἄλλους ἄλλως εἰς ἁμέραν.
  1. ὃ μὲν ὄλβιος ἦν, τὸ δ’ ἀπέκρυψεν
  2. θεὸς ἐκ κείνων τῶν ποτε λαμπρῶν·
  3. νεύει βίοτος, νεύει δὲ τύχα
  4. κατὰ πνεῦμ’ ἀνέμων.
  1. 〈Α.〉 τὸ ζῆν ἀφέντες τὸ κατὰ γῆς τιμῶσί σου.
  2. 〈Β.〉 κενόν γ’· ὅταν γὰρ ζῇ τις, εὐτυχεῖ χρεών.
  1. ἀγρεύματα
  1. ἀμείβεται
  1. Ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ
  1. εἶτ’ ἐγένετ’ αὖθις ἀθλιώτατος βροτῶν.
  1. χρυσεόνωτον ἀσπίδα τὰν Καπανέως
  1. νέοι νέοισι συννοσοῦσι τἀφανῆ.
  1. ἤρων· τὸ μαίνεσθαι δ’ ἄρ’ ἦν ἔρως βροτοῖς.
  1. ἀνδρὸς δ’ ὁρῶντος εἰς Κύπριν νεανίου
  2. ἀφύλακτος ἡ τήρησις, ὡς κἂν φαῦλος ᾖ
  3. τἄλλ’, εἰς ἔρωτα πᾶς ἀνὴρ σοφώτατος·
  4. ἢν δ’ ἂν προσῆται Κύπρις, ἥδιστον λαβεῖν.