Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος
- κάρα κομίζων
- ὦ θεοί, τίν’ εἰς γῆν βαρβάρων ἀφίγμεθα
- ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος
- τέμνων κέλευθον πόδα τίθημ’ ὑπόπτερον.
- ἔα, τίν’ ὄχθον τόνδ’ ὁρῶ περίρρυτον
- ἀφρῷ θαλάσσης; παρθένου τ’ εἰκώ τινα
- ἐξ αὐτομόρφων λαίνων τυκισμάτων
- σοφῆς ἄγαλμα χειρός.
- σιγᾷς· σιωπὴ δ’ ἄπορος ἑρμηνεὺς λόγων.
- ΠΕΡΣ. ὦ παρθέν’, οἰκτίρω σε κρεμαμένην ὁρῶν.
- ΑΝΔΡ. σὺ δ’ εἶ τίς ὅστις τοὐμὸν ᾤκτιρας πάθος;
- ὦ ξένε, κατοίκτιρόν με τὴν παναθλίαν,
- λῦσόν με δεσμῶν.
- ὦ παρθέν’, εἰ σῴσαιμί σ’, εἴσῃ μοι χάριν;
- τὰς συμφορὰς γὰρ τῶν κακῶς πεπραγότων
- οὐπώποθ’ ὕβρισ’, αὐτὸς ὀρρωδῶν παθεῖν.
- μή μοι προτείνων ἐλπίδ’ ἐξάγου δάκρυ.
- γένοιτό τἄν πόλλ’ ὧν δόκησις οὐκ ἔνι.
- ἄγου δέ μ’, ὦ ξεῖν’, εἴτε πρόσπολον θέλεις
- εἴτ’ ἄλοχον εἴτε δμωίδ’. . . . .
- ἀλλ’ ἡδύ τοι σωθέντα μεμνῆσθαι πόνων.
- εὔκλειαν ἔλαβον οὐκ ἄνευ πολλῶν πόνων.
- ἦ που τὸ μέλλον ἐκφοβεῖ καθ’ ἡμέραν·
- ὡς τοῦ γε πάσχειν τοὐπιὸν μεῖζον κακόν.
- σὺ δ’ ὦ θεῶν τύραννε κἀνθρώπων Ἔρως,
- ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλά,
- ἢ τοῖς ἐρῶσιν εὐτυχῶς συνεκπόνει
- μοχθοῦσι μόχθους ὧν σὺ δημιουργὸς εἶ.
- καὶ ταῦτα μὲν δρῶν τίμιος θεοῖς ἔσῃ,
- μὴ δρῶν δ’ ὑπ’ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν
- ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.
- τῶν γὰρ πλούτων ὅδ’ ἄριστος
- γενναῖον λέχος εὑρεῖν.
- ὅσοι γὰρ εἰς ἔρωτα πίπτουσιν βροτῶν,
- ἐσθλῶν ὅταν τύχωσι τῶν ἐρωμένων,
- οὐκ ἔσθ’ ὁποίας λείπεται τόδ’ ἡδονῆς.
- αἰαῖ, τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους;
- ἀλλ’ οὐκ ἂν ἐνδέξαιτο βάρβαρος φύσις.
- ὦ τλῆμον, ὡς σοὶ τὰς τύχας μὲν ἀσθενεῖς
- ἔδωχ’ ὁ δαίμων, μέγα φρονοῦσι δ’ οἱ λόγοι.
- ἐγὼ δὲ παῖδας οὐκ ἐῶ νόθους λαβεῖν·
- τῶν γνησίων γὰρ οὐδὲν ὄντες ἐνδεεῖς
- νόμῳ νοσοῦσιν· ὅ σε φυλάξασθαι χρεών.
- χρυσὸν μάλιστα βούλομαι δόμοις ἔχειν·
- καὶ δοῦλος ὢν γὰρ τίμιος πλουτῶν ἀνήρ,
- ἐλεύθερος δὲ χρεῖος ὢν οὐδὲν σθένει.
- χρυσοῦ νόμιζε σαυτὸν εἵνεκ’ εὐτυχεῖν.