Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. δεινόν τι τέκνων φίλτρον ἐνῆκεν
  2. θεὸς ἀνθρώποις.
  1. ἀμολγὸν νύκτα
  1. ὁρῶ μὲν ἀνδρῶν τόνδε γυμνάδα στόλον
  2. στείχοντα θεωρὸν ἐκ τρόχων πεπαυμένον.
  1. . . .γέμουσαν κύματος θεοσπόρου
  1. πλήσας δὲ νηδὺν οὐδ’ ὄναρ κατ’ εὐφρόνην
  2. φίλοις ἔδειξεν αὑτόν.
  1. γυνὴ γυναικὶ σύμμαχος πέφυκέ πως.
  1. οὐ μὴν σύ γ’ ἡμᾶς τοὺς τεκόντας ᾐδέσω.
  1. ἐγὼ δ’, ὃ μὲν μέγιστον, ἄρξομαι λέγειν
  2. ἐκ τοῦδε πρῶτον· πατρὶ πείθεσθαι χρεὼν
  3. παῖδας νομίζειν τ’ αὐτὸ τοῦτ’ εἶναι δίκην.
  1. τί δῆτα μοχθεῖν δεῖ γυναικεῖον γένος
  2. φρουροῦντας; αἱ γὰρ εὖ τεθραμμέναι πλέον
  3. σφάλλουσιν οἴκους τῶν παρημελημένων.
  1. ὁ χρόνος ἅπαντα τοῖσιν ὕστερον φράσει,
  2. λάλος ἐστὶν οὗτος, οὐκ ἐρωτῶσιν λέγει.
  1. ὁδῆσαι
  1. ΑΝΔΡ. Ὦ νὺξ ἱερά,
  2. ὡς μακρὸν ἵππευμα διώκεις
  3. ἀστεροειδέα νῶτα διφρεύουσ’
  4. αἰθέρος ἱερᾶς
  5. τοῦ σεμνοτάτου δι’ Ὀλύμπου.
  1. τί ποτ’ Ἀνδρομέδα περίαλλα κακῶν
  2. μέρος ἐξέλαχον, θανάτου τλήμων
  3. μέλλουσα τυχεῖν;
  1. ποῖαι λιβάδες, ποία σειρήν
  1. φίλαι παρθένοι, φίλαι μοι
  1. προσαυδῶ σὲ τὰν ἐν ἄντροις,
  2. ἀπόπαυσον, ἔασον Ἀ-
  3. χοῖ με σὺν φίλαισιν
  4. γόου κόρον λαβεῖν.
  1. συνάλγησον, ὡς ὁ κάμνων
  2. δακρύων μεταδοὺς ἔχει
  3. κουφότητα μόχθων.
  1. ἄνοικτος ὃς τεκὼν σὲ τὴν
  2. πολυπονωτάτην βροτῶν
  3. μεθῆκεν Ἅιδᾳ πάτρας ὑπερθανεῖν.
  1. ἐκθεῖναι κήτει φορβάν
  1. Ar. Thesm. 1029―1041:
  2. ὁρᾶς; οὐ χοροῖσιν
  3. οὐδ’ ὑφ’ ἡλίκων νεανίδων
  4. . . . . ἕστηκx ’ ἔχουσ’,
  5. ἀλλ ἐν πυκνοῖςx δεσμοῖσιν ἐμπεπλεγμένη
  6. κήτει βορὰ . . . πρόκειμαι.
  7. γαμηλίῳ μὲν οὐ ξὺν
  8. παιῶνι, δεσμίῳ δέ,
  9. γοᾶσθέ μ’, ὦ γυναῖκες, ὡς
  10. μέλεα μὲν πέπονθα μέλεος,
  11. ὦ τάλας ἐγὼ τάλας,
  12. ἀπὸ δὲ συγγόνων τάλαν’ ἄνομα πάθεα
  13. φῶτά τε λιτομένα,
  14. πολυδάκρυτον Ἀίδα γόον φλέγουσαν
  15. et mox v. 1047―1055:
  16. ἰὼ μοίρας ἄτεγκτε δαίμων·
  17. ὦ κατάρατος ἐγώ·
  18. τίς ἐμὸν οὐκ ἐπόψεται
  19. πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;
  20. εἴθε με πυρφόρος ἀστεροπητὴς
  21. τὸν βάρβαρον ἐξολέσειεν.
  22. οὐ γὰρ ἔτ’ ἀθανάταν φλόγα λεύσσειν
  23. ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην
  24. λαιμότμητ’ ἄχη, δαιμονῶν αἰόλαν
  25. νέκυσιν ἐπὶ πορείαν.