Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. φίλαι παρθένοι, φίλαι μοι
  1. προσαυδῶ σὲ τὰν ἐν ἄντροις,
  2. ἀπόπαυσον, ἔασον Ἀ-
  3. χοῖ με σὺν φίλαισιν
  4. γόου κόρον λαβεῖν.
  1. συνάλγησον, ὡς ὁ κάμνων
  2. δακρύων μεταδοὺς ἔχει
  3. κουφότητα μόχθων.
  1. ἄνοικτος ὃς τεκὼν σὲ τὴν
  2. πολυπονωτάτην βροτῶν
  3. μεθῆκεν Ἅιδᾳ πάτρας ὑπερθανεῖν.
  1. ἐκθεῖναι κήτει φορβάν
  1. Ar. Thesm. 1029―1041:
  2. ὁρᾶς; οὐ χοροῖσιν
  3. οὐδ’ ὑφ’ ἡλίκων νεανίδων
  4. . . . . ἕστηκx ’ ἔχουσ’,
  5. ἀλλ ἐν πυκνοῖςx δεσμοῖσιν ἐμπεπλεγμένη
  6. κήτει βορὰ . . . πρόκειμαι.
  7. γαμηλίῳ μὲν οὐ ξὺν
  8. παιῶνι, δεσμίῳ δέ,
  9. γοᾶσθέ μ’, ὦ γυναῖκες, ὡς
  10. μέλεα μὲν πέπονθα μέλεος,
  11. ὦ τάλας ἐγὼ τάλας,
  12. ἀπὸ δὲ συγγόνων τάλαν’ ἄνομα πάθεα
  13. φῶτά τε λιτομένα,
  14. πολυδάκρυτον Ἀίδα γόον φλέγουσαν
  15. et mox v. 1047―1055:
  16. ἰὼ μοίρας ἄτεγκτε δαίμων·
  17. ὦ κατάρατος ἐγώ·
  18. τίς ἐμὸν οὐκ ἐπόψεται
  19. πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;
  20. εἴθε με πυρφόρος ἀστεροπητὴς
  21. τὸν βάρβαρον ἐξολέσειεν.
  22. οὐ γὰρ ἔτ’ ἀθανάταν φλόγα λεύσσειν
  23. ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην
  24. λαιμότμητ’ ἄχη, δαιμονῶν αἰόλαν
  25. νέκυσιν ἐπὶ πορείαν.
  1. Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος
  2. κάρα κομίζων
  1. ὦ θεοί, τίν’ εἰς γῆν βαρβάρων ἀφίγμεθα
  2. ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος
  3. τέμνων κέλευθον πόδα τίθημ’ ὑπόπτερον.
  1. ἔα, τίν’ ὄχθον τόνδ’ ὁρῶ περίρρυτον
  2. ἀφρῷ θαλάσσης; παρθένου τ’ εἰκώ τινα
  3. ἐξ αὐτομόρφων λαίνων τυκισμάτων
  4. σοφῆς ἄγαλμα χειρός.
  1. σιγᾷς· σιωπὴ δ’ ἄπορος ἑρμηνεὺς λόγων.
  1. ΠΕΡΣ. ὦ παρθέν’, οἰκτίρω σε κρεμαμένην ὁρῶν.
  2. ΑΝΔΡ. σὺ δ’ εἶ τίς ὅστις τοὐμὸν ᾤκτιρας πάθος;
  1. ὦ ξένε, κατοίκτιρόν με τὴν παναθλίαν,
  2. λῦσόν με δεσμῶν.
  1. ὦ παρθέν’, εἰ σῴσαιμί σ’, εἴσῃ μοι χάριν;
  1. τὰς συμφορὰς γὰρ τῶν κακῶς πεπραγότων
  2. οὐπώποθ’ ὕβρισ’, αὐτὸς ὀρρωδῶν παθεῖν.