Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. μή μοι προτείνων ἐλπίδ’ ἐξάγου δάκρυ.
  2. γένοιτό τἄν πόλλ’ ὧν δόκησις οὐκ ἔνι.
  1. ἄγου δέ μ’, ὦ ξεῖν’, εἴτε πρόσπολον θέλεις
  2. εἴτ’ ἄλοχον εἴτε δμωίδ’. . . . .
  1. ἀλλ’ ἡδύ τοι σωθέντα μεμνῆσθαι πόνων.
  1. εὔκλειαν ἔλαβον οὐκ ἄνευ πολλῶν πόνων.
  1. ἦ που τὸ μέλλον ἐκφοβεῖ καθ’ ἡμέραν·
  2. ὡς τοῦ γε πάσχειν τοὐπιὸν μεῖζον κακόν.
  1. σὺ δ’ ὦ θεῶν τύραννε κἀνθρώπων Ἔρως,
  2. ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλά,
  3. ἢ τοῖς ἐρῶσιν εὐτυχῶς συνεκπόνει
  4. μοχθοῦσι μόχθους ὧν σὺ δημιουργὸς εἶ.
  5. καὶ ταῦτα μὲν δρῶν τίμιος θεοῖς ἔσῃ,
  6. μὴ δρῶν δ’ ὑπ’ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν
  7. ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.
  1. τῶν γὰρ πλούτων ὅδ’ ἄριστος
  2. γενναῖον λέχος εὑρεῖν.
  1. ὅσοι γὰρ εἰς ἔρωτα πίπτουσιν βροτῶν,
  2. ἐσθλῶν ὅταν τύχωσι τῶν ἐρωμένων,
  3. οὐκ ἔσθ’ ὁποίας λείπεται τόδ’ ἡδονῆς.
  1. αἰαῖ, τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους;
  2. ἀλλ’ οὐκ ἂν ἐνδέξαιτο βάρβαρος φύσις.
  1. ὦ τλῆμον, ὡς σοὶ τὰς τύχας μὲν ἀσθενεῖς
  2. ἔδωχ’ ὁ δαίμων, μέγα φρονοῦσι δ’ οἱ λόγοι.
  1. ἐγὼ δὲ παῖδας οὐκ ἐῶ νόθους λαβεῖν·
  2. τῶν γνησίων γὰρ οὐδὲν ὄντες ἐνδεεῖς
  3. νόμῳ νοσοῦσιν· ὅ σε φυλάξασθαι χρεών.
  1. χρυσὸν μάλιστα βούλομαι δόμοις ἔχειν·
  2. καὶ δοῦλος ὢν γὰρ τίμιος πλουτῶν ἀνήρ,
  3. ἐλεύθερος δὲ χρεῖος ὢν οὐδὲν σθένει.
  4. χρυσοῦ νόμιζε σαυτὸν εἵνεκ’ εὐτυχεῖν.
  1. χρήμασιν γὰρ εὐτυχῶ·
  2. ταῖς συμφοραῖσι δ’, ὡς ὁρᾷς, οὐκ εὐτυχῶ.
  1. μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἐγὼ γὰρ ἀρκέσω.