Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- δεινόν τι τέκνων φίλτρον ἐνῆκεν
- θεὸς ἀνθρώποις.
- ἀμολγὸν νύκτα
- ὁρῶ μὲν ἀνδρῶν τόνδε γυμνάδα στόλον
- στείχοντα θεωρὸν ἐκ τρόχων πεπαυμένον.
- . . .γέμουσαν κύματος θεοσπόρου
- πλήσας δὲ νηδὺν οὐδ’ ὄναρ κατ’ εὐφρόνην
- φίλοις ἔδειξεν αὑτόν.
- γυνὴ γυναικὶ σύμμαχος πέφυκέ πως.
- οὐ μὴν σύ γ’ ἡμᾶς τοὺς τεκόντας ᾐδέσω.
- ἐγὼ δ’, ὃ μὲν μέγιστον, ἄρξομαι λέγειν
- ἐκ τοῦδε πρῶτον· πατρὶ πείθεσθαι χρεὼν
- παῖδας νομίζειν τ’ αὐτὸ τοῦτ’ εἶναι δίκην.
- τί δῆτα μοχθεῖν δεῖ γυναικεῖον γένος
- φρουροῦντας; αἱ γὰρ εὖ τεθραμμέναι πλέον
- σφάλλουσιν οἴκους τῶν παρημελημένων.
- ὁ χρόνος ἅπαντα τοῖσιν ὕστερον φράσει,
- λάλος ἐστὶν οὗτος, οὐκ ἐρωτῶσιν λέγει.
- ὁδῆσαι
- ΑΝΔΡ. Ὦ νὺξ ἱερά,
- ὡς μακρὸν ἵππευμα διώκεις
- ἀστεροειδέα νῶτα διφρεύουσ’
- αἰθέρος ἱερᾶς
- τοῦ σεμνοτάτου δι’ Ὀλύμπου.
- τί ποτ’ Ἀνδρομέδα περίαλλα κακῶν
- μέρος ἐξέλαχον, θανάτου τλήμων
- μέλλουσα τυχεῖν;
- ποῖαι λιβάδες, ποία σειρήν