Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἀνέχου πάσχων· δρῶν γὰρ ἔχαιρες.
  1. νόμου τὸν ἐχθρὸν δρᾶν, ὅπου λάβῃς, κακῶς
  1. ἐχθροὺς κακῶς δρᾶν ἀνδρὸς ἡγοῦμαι μέρος.
  1. αἱμύλη
  1. ἀμβλυωπός
  1. ἀπάγου
  1. ἀρκεσίγυιος
  1. ἐμβριμώμενος
  1. εὐπαιδευσία
  1. θυστάς
  1. Ξάνθιος
  1. ξενοφόνον
  1. ἐπροξένει
  1. ῥαχίζειν
  1. χνοῦν
  1. ἄρχεσθαι χρεὼν
  2. κακοὺς ὑπ’ ἐσθλῶν καὶ κλύειν τῶν κρεισσόνων.
  1. νῦν εὐσέληνον φέγγος ἡ διφρήλατος
  1. ὦ τοῦ μεγίστου Ζηνὸς ἄλκιμον τέκος
  2. Παλλάς, τί δρῶμεν; οὐκ ἐχρῆν ἡμᾶς ἔτι
  3. μέλλειν Ἀχαιῶν ὠφελεῖν στρατεύματα.
  4. νῦν γὰρ κακῶς πράσσουσιν ἐν μάχῃ δορὸς
  5. λόγχῃ βιαίως Ἕκτορος στροβούμενοι.
  6. ἐμοὶ γὰρ οὐδὲν ἔστιν ἀλγέων ἄκος,
  7. ἐξ οὗ γ’ ἔκρινε Κύπριν Ἀλέξανδρος θεὰν
  8. κάλλει προήκειν τῆς ἐμῆς εὐμορφίας
  9. καὶ σῆς, Ἀθάνα, φιλτάτης ἐμοὶ θεῶν,
  10. εἰ μὴ κατασκαφεῖσαν ὄψομαι πόλιν
  11. Πριάμου βίᾳ πρόρριζον ἐκτετριμμένην.
  1. Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος
  2. καὶ τέλος αὐτὸς ἔχει.
  1. κρίμνη σεαυτὴν ἐκ μέσης ἀντηρίδος