Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἔδει γὰρ ἡμᾶς τοῖς θεοῖς θύειν, ὅταν
  2. γυναῖκα κατορύττῃ τις, οὐχ ὅταν γαμῇ.
  1. ἡ φύσις ἑκάστῳ τοῦ γένους ἐστὶν πατρίς.
  1. ἀγοραῖος νοῦς
  1. ἡδονὴ πανταχοῦ ἐστι καὶ πάντα δι’ ἡδονῆς γίνεται.
  1. κακᾶν βίων διαγωγήν
  1. ἀλίαστον
  1. ἀλλήλων
  1. ἔρρ’ ἰών
  1. κρυπταί
  1. περιδῦσαι
  1. θεὸν δὲ ποῖον, εἰπέ μοι, νοητέον;
  2. τὸν πάνθ’ ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον.
  1. ποῖος δ’ ἂν οἶκος τεκτόνων πλασθεὶς ὕπο
  2. δέμας τὸ θεῖον περιβάλοι τοίχων πτυχαῖς;
  1. ὁρᾶθ’ ὅσοι νομίζετ’ οὐκ εἶναι θεόν,
  2. δὶς. ἐξαμαρτάνοντες οὐκ εὐγνωμόνως;
  3. ἔστιν γὰρ ἔστιν. εἰ δέ τις πράσσει καλῶς
  4. κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω·
  5. χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην.
  1. ΕΡΜΗΣ. Δόμοι μὲν οἵδ’ εὔπυργά τ’ ἐρύματα χθονὸς
  2. οὐκ ἐν πολυχρύσοισιν ἤσκηται χλιδαῖς·
  3. ἀρχὴν δὲ τῶνδε καὶ θεῶν ἱδρύματα
  4. Ἀκρίσιος εἴληχεν, τύραννος τῆσδε γῆς·
  5. Ἕλλησι δ’ Ἄργος ἡ πόλις κικλήσκεται.
  6. οὗτος δ’ ἔρωτι παιδὸς ἄρσενος σχεθεὶς
  7. Πυθώδ’ ἀφῖκτο, καὶ λέγει Φοίβῳ τάδε·
  8. πῶς ἂν γένοιτο σπέρμα παιδὸς ἐν δόμῳ,
  9. τίνος θεῶν βροτῶν τε πρευμενοῦς τυχών;
  10. κεῖνος δὲ δυσξύμβλητον ἐξήνεγκ’ ὄπα·
  11. ἔσται μὲν ἔσται παιδὸς ἄρσενος τόκος
  12. οὐκ ἐξ ἐκείνου· πρῶτα γὰρ θῆλυν σπορὰν
  13. φῦσαι δεήσει. κᾆτά πως κείνη ποτὲ
  14. εὐνὴν κρυφαίαν γνοῦσα καὶ μὴ γνοῦσα δὴ
  15. ὑπόπτερον λέοντα τέξεται πατρί,
  16. ὃς τῆσδέ τ’ ἄρξει χἀτέρας πολλῆς χθονός.
  17. τοιαῦτ’ ἀκούσας Λοξίου μαντεύματα
  18. γάμων ἀπείχεθ’· ὅμως δέ γε τίκτει λαθών,
  19. πρὸς τοῦ παρόντος ἱμέρου νικώμενος.
  20. Δανάην δέ πως ὠνόμασε τήνδ’, ὁθούνεκα
  21. πολὺς παρῆλθεν εἰς γονὴν παίδων χρόνος.
  22. ἐν παρθενῶσι δ’ εὐθὺς οἷς ἐδείματο
  23. δίδωσιν Ἀργείαισιν ἔμφρουρον κόραις,
  24. εἰς ἀνδρὸς ὄψιν εὐλαβούμενος μολεῖν.
  25. εἶθ’ ὡς ὁ μακρὸς ηὔξανεν ταύτην χρόνος,
  26. καὶ κάλλος εἶχεν ἔξοχον καθ’ Ἑλλάδα,
  27. φίλτροις ἀφύκτοις Ζεὺς κατασχεθεὶς πατὴρ
  28. εὐνῇ συνελθεῖν λάθρᾳ πως ἠβούλετο.
  29. σαφῶς δὲ πείθειν οὐκ ἔχων, εἰς μηχανὴν
  30. τοιάνδ’ ἐχώρησ’, ὡς ἄπυρος χρυσὸς γεγώς,
  31. ποθεινὸν εἰδὼς κτῆμα τοῦτο τοῖς βροτοῖς,
  32. διὰ στέγους ῥεύσειεν ἐν χερσὶν κόρης.
  33. ἢ δ’ ἀγνοοῦσα τὸν κεκρυμμένον δόλον
  34. κόλποισι τὸν θεὸν εἰσρέοντ’ ἐδέξατο.
  35. χρόνῳ δ’ ἑαυτὴν ὡς κατεῖδ’ ἐγκύμονα,
  36. εἰς θαῦμ’ ἐσῄει κἀξεπέπληκτο σφοδρῶς,
  37. ὡς εἰς τόδ’ ἦλθε μέμψιν εὐλαβουμένη.
  38. φυγῇ δὲ λάθρα τῆσδε γῆς ὁρμωμένην
  39. μαθὼν πατήρ νιν, ἐγκατάκλειστον δόμοις
  40. ἔργει χολωθεὶς καὶ σκότῳ κρύψας ἔχει,
  41. τἀληθὲς ὄψει προσκοπούμενος μαθεῖν·
  42. κἂν ταῦτ’ ἀληθῆ καὶ σαφῶς ἔχοντ’ ἴδῃ,
  43. ἔγνωκεν ἄμφω ποντίους ἀφιέναι,
  44. τὴν παῖδα καὶ τὸ τεχθέν. ὧν δέ γ’ ἐστάλην,
  45. μύθους Δανάῃ τούσδ’ εὐπροσηγόρους ἄγων
  46. ἐκ Διός, ἀφίξομαι τάχιστα σημανῶν.
  47. ὑπηρέτην γὰρ ὄντα τἀπεσταλμένα
  48. πράσσειν προθύμως, ὅστις ἄν γ’ ᾖ νουνεχής.
  49. ΧΟΡΟΣ. τίς ὁ καινοτρόπος οὗτος μῦθος
  50. κατ’ ἐμὰν ἧκεν ἀκουάν;
  51. ἔνθ’ ἀσπερχὲς μενεαίνουσα
  52. τοῖσδε δώμασι κοιράνου ἀμφίδοξος πελάζω.
  53. τίς δεσπότιν ἐμὴν Δανάην
  54. βάξις ἔχει κατὰ πτόλιν;
  55. ἣν μήποτ’ ὤφελ’ εἰς ὧτα φέρειν
  56. ὁ πρῶτος τάδε φράσαι τολμήσας,
  57. ὡς ἐγκύμων εἴληπται χρανθεῖσ’ ἄλεκτρος
  58. ἀνδρός· πατὴρ δέ μιν κλῄσας
  59. ἐν παρθενῶσι σφραγῖσι δέμας φυλάσσει.
  60. ταῦτ’ ἐτήτυμα μαθεῖν θέλω.
  61. ἀλλ’ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς
  62. Ἀργείας Ἀκρίσιον πρὸ δόμων στείχοντα.
  63. ὀργῇ βαρύς, ὡς δόξαι, κέαρ.
  64. ΑΚΡΙΣΙΟΣ. σὺ δ’ εἰ κατ’ οἴκους εὐνοῶν ἐτύγχανες,
  65. οὐκ ἄν ποτ’ ἦλθες εἰς τόδε θράσους . .