Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ὅστις δὲ λύπας φησὶ πημαίνειν βροτούς,
  2. δεῖν δ’ ἀγχονῶν τε καὶ πετρῶν ῥίπτειν ἄπο,
  3. οὐκ ἐν σοφοῖσιν ἔστιν, εὐχέσθω δ’ ὅμως
  4. ἄπειρος εἶναι τῆς νόσου ταύτης ἀεί.
  1. λῦπαι γὰρ ἀνθρώποισι τίκτουσιν νόσους.
  1. μέλλων τ’ ἰατρὸς τῇ νόσῳ διδοὺς χρόνον
  2. ἰάσατ’ ἤδη μᾶλλον ἢ τεμὼν χρόα.
  1. οὐ χρή ποτ’ ὀρθαῖς ἐν τύχαις βεβηκότα
  2. ἕξειν τὸν αὐτὸν δαίμον’ εἰς ἀεὶ δοκεῖν·
  3. ὁ γὰρ θεός πως, εἰ θεόν σφε χρὴ καλεῖν,
  4. κάμνει ξυνὼν τὰ πολλὰ τοῖς αὐτοῖς ἀεί.
  5. θνητῶν δὲ θνητὸς ὄλβος· οἱ δ’ ὑπέρφρονες
  6. καὶ τῷ παρόντι τοὐπιὸν πιστούμενοι
  7. ἔλεγχον ἔλαβον τῆς τύχης ἐν τῷ παθεῖν.
  1. βέβαια δ’ οὐδεὶς εὐτυχεῖ θνητὸς γεγώς.
  1. θνητὸς γὰρ ὢν καὶ θνητὰ πείσεσθαι δόκει·
  2. 〈ἢ〉 θεοῦ βίον ζῆν ἀξιοῖς ἄνθρωπος ὤν;
  1. πάντων ἄριστον μὴ βιάζεσθαι θεούς,
  2. στέργειν δὲ μοῖραν· τῶν ἀμηχάνων δ’ ἔρως
  3. πολλοὺς ἔθηκε τοῦ παρόντος ἀμπλακεῖν.
  1. πέπονθας οἷα χἅτεροι πολλοὶ βροτῶν·
  2. τὰς γὰρ παρούσας οὐχὶ σῴζοντες τύχας
  3. ὤλοντ’ ἐρῶντες μειζόνων ἀβουλίᾳ.
  1. ἀνδρῶν τάδ’ ἐστὶν ἐνδίκων τε καὶ σοφῶν,
  2. κἀν τοῖς κακοῖσι μὴ τεθυμῶσθαι θεοῖς.
  1. οὐκ ἔστι λύπης ἄλλο φάρμακον βροτοῖς
  2. ὡς ἀνδρὸς ἐσθλοῦ καὶ φίλου παραίνεσις·
  3. ὅστις δὲ ταύτῃ τῇ νόσῳ ξυνὼν ἀνὴρ
  4. μέθῃ ταράσσει καὶ γαληνίζει φρένα,
  5. παραυτίχ’ ἡσθεὶς ὕστερον στένει διπλᾶ.
  1. ὦ γῆρας, οἵαν ἐλπίδ’ ἡδονῆς ἔχεις,
  2. καὶ πᾶς τις εἰς σὲ βούλετ’ ἀνθρώπων μολεῖν·
  3. λαβὼν δὲ πεῖραν, μεταμέλειαν λαμβάνει,
  4. ὡς οὐδὲν ἔστι χεῖρον ἐν θνητῷ γένει.
  1. τύμβῳ γὰρ οὐδεὶς πιστὸς ἀνθρώπων φίλος.
  1. Ζεὺς γὰρ κακὸν μὲν Τρωσί, πῆμα δ’ Ἑλλάδι
  2. θέλων γενέσθαι ταῦτ’ ἐβούλευσεν πατήρ.
  1. πολὺν μὲν ἄροτον, ἐκπονεῖν δ’ οὐ ῥᾴδιον·
  2. κοίλη γὰρ ὄρεσι περίδρομος τραχεῖά τε
  3. δυσείσβολός τε πολεμίοις .  .  .  .
  4. .  .  .  .  . καλλίκαρπον . .  .
  5. κατάρρυτόν τε μυρίοισι νάμασιν
  6. καὶ βουσὶ καὶ ποίμναισιν εὐβοτωτάτην,
  7. οὔτ’ ἐν πνοαῖσι χείματος δυσχείμερον
  8. οὔτ’ αὖ τεθρίπποις ἡλίου θερμὴν ἄγαν
  9. .  .  .  .  .  .  .  .  .  .  .  .
  10. γαίας Λακαίνης κύριον φαύλου χθονός
  11. .  .  .  .  .  .  .  .  .  .  .  .
  12. ἀρετὴν ἐχούσης μείζον’ ἢ λόγῳ φράσαι
  13. .  .  .  .  .  .  .  .  .  .  .  .
  14. Παμισὸν εἰς θάλασσαν ἐξορμώμενον
  15. .  .  .  .  .  .  .  .  .  .  .  .
  16. πρόσω . . ναυτίλοισιν.  .  .  .  .
  17. πρόσω δὲ βάντι ποταμὸν Ἦλις ἡ Διὸς
  18. γείτων κάθηται.
  1. ἥκω περίκλυστον προλιποῦσ’ Ἀκροκόρινθον,
  2. ἱερὸν ὄχθον, πόλιν Ἀφροδίτας.
  1. τὰς διωνομασμένας
  2. ναίειν Κελαινὰς ἐσχάτοις Ἴδης τόποις
  1. ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων
  1. εὐφημία γὰρ εὐκολώτατος πόνων.
  1. ἀρχαῖον εἴρηκας . .
  1. σῷσαι γὰρ ὁπόταν τῷ θεῷ δοκῇ,
  2. πολλὰς προφάσεις δίδωσιν εἰς σωτηρίαν.