Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ἀλλ’ οὐ πρέπει τύραννον, ὡς ἐγὼ φρονῶ,
- οὐδ’ ἄνδρα χρηστὸν νεῖκος αἴρεσθαι κακοῖς·
- τιμὴ γὰρ αὕτη τοῖσιν ἀσθενεστέροις.
- σὺν τοῖσι δεινοῖς αὔξεται κλέος βροτοῖς.
- νεανίας γὰρ ὅστις ὢν Ἄρη στυγῇ,
- κόμη μόνον καὶ σάρκες, ἔργα δ’ οὐδαμοῦ.
- ὁρᾷς τὸν εὐτράπεζον ὡς ἡδὺς βίος
- ὃ τ’ ὄλβος ἔξωθέν τίς ἐστι πραγμάτων·
- ἀλλ’ οὐκ ἔνεστι στέφανος οὐδ’ εὐανδρία,
- εἰ μή τι καὶ τολμῶσι κινδύνου μέτα·
- οἱ γὰρ πόνοι τίκτουσι τὴν εὐανδρίαν,
- ἡ δ’ εὐλάβεια σκότον ἔχει καθ’ Ἑλλάδα,
- τὸ διαβιῶναι μόνον ἀεὶ θηρωμένη.
- μισῶ δ’ ὅταν τις καὶ χθουὸς στρατηλάτης
- μὴ πᾶσι πάντων προσφέρῃ μειλίγματα.
- ἔρωτα δεινὸν ἔχομεν· ἐκ δ’ ἐμῶν λόγων
- ἑλοῦ τὰ βέλτισθ’· ὡς ἄπιστόν ἐστ’ ἔρως
- κὰν τῷ κακίστῳ τῶν φρενῶν οἰκεῖν φιλεῖ.
- οἰκοφθόρον γὰρ ἄνδρα κωλύει γυνὴ
- ἐσθλὴ παραζευχθεῖσα καὶ σῴζει δόμους.
- οὐ πάντες οὔτε δυστυχοῦσιν ἐν γάμοις
- οὔτ’ εὐτυχοῦσι· συμφορὰ δ’ ὃς ἂν τύχῃ
- κακῆς γυναικός, εὐτυχεῖ δ’ ἐσθλῆς τυχών.
- μακάριος ὅστις εὐτυχεῖ γάμον λαβὼν
- ἐσθλῆς γυναικός, δυστυχεῖ δ’ ὁ μὴ λαβών.
- ἐγὼ γὰρ ἕξω λέκτρα αὐτοῖς καλῶς ἔχειν
- δίκαιόν ἐστιν οἶσι συγγηράσομαι.
- δεινὴ μὲν ἀλκὴ κυμάτων θαλασσίων,
- δειναὶ δὲ ποταμῶν καὶ πυρὸς θερμοῦ πνοαί,
- δεινὸν δὲ πενία, δεινὰ δ’ ἄλλα μυρία,
- ἀλλ’ οὐδὲν οὕτω δεινὸν ὡς γυνὴ κακόν·
- οὐδ’ ἂν γένοιτο γράμμα τοιοῦτον γραφῇ
- οὐδ’ ἂν λόγος δείξειεν. εἰ δέ του θεῶν
- τόδ’ ἐστὶ πλάσμα, δημιουργὸς ὢν κακῶν
- μέγιστος ἴστω καὶ βροτοῖσι δυσμενής.
- ἐχθροῖσιν εἴη πολεμίαν δάμαρτ’ ἔχειν.
- μοχθοῦμεν ἄλλως θῆλυ φρουροῦντες γένος·
- ἥτις γὰρ αὐτὴ μὴ πέφυκεν ἔνδικος,
- τί δεῖ φυλάσσειν κἀξαμαρτάνειν πλέον;
- γυναικὶ δ’ ὄλβος, ἢν πόσιν στέργοντ’ ἔχῃ.
- δεῖ πυνθάνεσθαι γάρ σε νῷν χἡμᾶς σέθεν.
- τὸ μὲν μέγιστον, οὔποτ’ ἄνδρα χρὴ σοφὸν
- λίαν φυλάσσειν ἄλοχον ἐν μυχοῖς δόμων·
- ἐρᾷ γὰρ ὄψις τῆς θύραθεν ἡδονῆς·
- ἐν δ’ ἀφθόνοισι τοῖσδ’ ἀναστρωφωμένη
- βλέπουσά τ’ εἰς πᾶν καὶ παροῦσα πανταχοῦ
- τὴν ὄψιν ἐμπλήσασ’ ἀπήλλακται κακῶν·
- τό τ’ ἄρσεν ἀεὶ τοῦ κεκρυμμένου λίχνον.
- ὅστις δὲ μοχλοῖς καὶ διὰ σφραγισμάτων
- σῴζει δάμαρτα, δρᾶν τι δὴ δοκῶν σοφὸν
- μάταιός ἐστι καὶ φρονῶν οὐδὲν φρονεῖ·
- ἥτις γὰρ ἡμῶν καρδίαν θύραζ’ ἔχει,
- θᾶσσον μὲν οἰστοῦ καὶ πτεροῦ χαρίζεται,
- λάθοι δ’ ἂν Ἄργου τὰς πυκνοφθάλμους κόρας·
- καὶ πρὸς κακοῖσι τοῦτο δὴ μέγας γέλως,
- ἀνήρ τ’ ἀχρεῖος χἡ γυνὴ διοίχεται.
- ἀλλ’ ἴσθ’, ἐμοὶ μὲν οὗτος οὐκ ἔσται νόμος,
- τὸ μὴ οὐ σὲ μῆτερ προσφιλῆ νέμειν ἀεὶ
- καὶ τοῦ δικαίου καὶ τόκων τῶν σῶν χάριν.
- στέργω δὲ τὸν φύσαντα τῶν πάντων βροτῶν
- μάλισθ’· ὁρίζω τοῦτο, καὶ σὺ μὴ φθόνει·
- κείνου γὰρ ἐξέβλαστον· οὐδ’ ἂν εἷς ἀνὴρ
- γυναικὸς αὐδήσειεν, ἀλλὰ τοῦ πατρός.
- καὶ τῶν παλαιῶν πόλλ’ ἔπη καλῶς ἔχει·
- λόγοι γὰρ ἐσθλοὶ φάρμακον φόβου βροτοῖς.
- ἡ τοῖς ἐν οἴκῳ χρήμασιν λελείμμεθα,
- ἡ δ’ εὐγένεια καὶ τὸ γενναῖον μένει.
- τὸν σὸν δὲ παῖδα σωφρονοῦντ’ ἐπίσταμαι
- χρηστοῖς θ’ ὁμιλοῦντ’ εὐσεβεῖν τ’ ἠσκηκότα.
- πῶς οὖν ἂν ἐκ τοιοῦδε σώματος κακὸς
- γένοιτ’ ἄν; οὐδεὶς τοῦτό μ’ ἂν πίθοι ποτέ.
- οὐ γάρ τις οὕτω παῖδας εὖ παιδεύσεται,
- ὥστ’ ἐκ πονηρῶν μὴ οὐ κακοὺς πεφυκέναι.
- 〈A.〉 χρυσοῦ σὲ πλήθει, τούσδε δ’ οὐ χαίρειν χρεών;
- 〈B.〉 σκαιὸν τὸ πλουτεῖν κἄλλο μηδὲν εἰδέναι.